[ ] Kypros — Amathous — mid/end 3rd c. AD? — Audollent, Defix. Tab. 29 — cf. AJA 85.184, GRBS 26.193 (prov.)
1 δέμονες ει {²sic[κατὰ γῆν κὲ δέμονες οἵτινές ἐστε κὲ πατέρες πατέρων κὲ μητέρες ἀντιενίριοι]
οἵτινες ἐνθάδε κῖσθε κὲ οτιν[ε]ς ἐνθά[δε κάθεστε θυμὸν ἀπὸ κραδίης πολυκηδέα πρόσ]-
θε λαβόντες, παραλάβετε τοῦ Σοζ[ομένου τ]ὸν θυμὸν τὸν πρὸς ἐμὲ ἔχι τὸν [Εὐτύχην]
KE\ TH\N O)RGH/N, A)FE/LESQE AU)TOU= TH\N DU/NAMIN KE\ TH\N A)LKH\N KE\ POIH/SATE AU)TO\N YUX[R]O\N KE\ [A)/]-
5 φωνον κὲ ἀπνεύμονα, ψυχρὸν εἰς ἐμὲ τ[ὸν Εὐτύ]χην. ὁρκίσζω ὑμᾶς κατὰ τῶν μεγάλων θεα-
ῶν {²⁶θεῶν}²⁶ Μασωμασιμαβλαβοιω μαμαξω [Ευμ]αζω ενδενεκοπτουρα μελοφθημαραρ ακου ρ[α]-
[σρωεε]καμαδωρ μαχθ[ουδ]ουρας [κ]ηφο[ζ]ων θεὰ αχθαμοδοιραλ[α]ρ ακου ραεντ α[κ]-
[ου ραλ]αρ ἀκούεστε αλαρ ουεχεαρμαλαρ καραμεφθη Σισοχωρ ἀδωνί[α χ]θὼν χ[ουχμα]-
θερφες θερμωμασμαρ ασμαχουχιμανου φιλαεσωσι· χθόνιοι θεοί, παραλάβε[τε τοῦ]
10 Σοζομένου τὸν θυμὸν κὲ τὴν ὀργὴν τὴν ἐς ἐμὲ ἔχι τὸν Εὐτύχην [κὲ πα]-
ράδοτε τῷ κατ’ Ἅδη θυρουρῷ Μαθυρευφραμενος κὲ τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ Ἅδ[ους]
κὲ τῶν κλῄθρω {²sic}² τοῦ οὐρανοῦ τεταγμένον Στερξερξ ειρηξα ῥησίχθων αρδαμαρχθ[ουρ]
πριστευ λαμπαδευ στενακτὰ θάψατε τὸν προγεγραμμένον ἐπὶ τοῦδε τοῦ φιμω-
τικοῦ καταθέματος. ἐνορκίσζω ὑμῖν τὸν βασιλέοντα τῶν κωφῶν δεμόνων ἀκούσα-
15 τε τοῦ μεγάλου ὀνόματος, ἐπιτάσσι γὰρ ὁ μέγας Σισοχωρ ὁ ἐξάγων τοῦ Ἅδους τὰς
πύλας, κὲ καταδήσατε τοῦ ἀντιδίκου μου τοῦ Σοζομένου κὲ κατακοιμίσετε
τὴν γλῶσσαν τὸν θυμὸν τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Εὐτύχην ὁ Σοζόμενος
ἵνα μὴ δύνητε μηδενὶ πράγματι ἐναντιωθῆνε περὶ τὰ θρέμματα, ἀλλὰ δὸς αὐτῷ
α̣η̣ρκη {²sic}² αὐτοῦ. ὁρκίσζω ὑμᾶς δέμονες πολυανδρίου {²sic}² κὲ βιοθάνατοι κὲ ἄωροι κὲ ἄπο-
20 ροι ταφῆς κατὰ τῆς ῥησιχθόνης τῆς κατενενκάσης Μελιούχου τὰ μέλη κὲ αὐτὸν
Μελιοῦχον. ἐνορκίσζω ὑμᾶς κατὰ τοῦ Αχελομορφωθ ὅστις ἐστὶν μόνος ἐπίγιος θεὸς
Οσους οισωρνοφρις ουσραπιω ποιήσατε τὰ ἐνγεγραμμένα· τύνβε πανδάκρυτ[ε]
κὲ χθόνιοι θεοὶ κὲ Ἑκάτη χθονία κὲ Ἑρμῆ χθόνιε κὲ Πλούτων κὲ Ἐρινύες ὑποχθόνιοι
κὲ ὑμῖς οἱ ὧδε κάτω κίμενοι ἄωροι κὲ ἀ{α}νώνυμοι {²⁶ἀνώνυμοι}²⁶ Ευμαζων, παραλάβετε τὰς φωνὰ[ς]
25 [τ]οῦ Σοζομένου τοῦ πρὸς ἐμὲ τὸν Εὐτύχην Μασωμαχω· τὴν παραθήκην ὑμῖν παρατί-
θομε φιμωτικὴν τοῦ Σοζομένου κὲ ἀνάδοτε αὐτοῦ τὸ ὄνομα τοῖς χθονίοις θεοῖς
Αλλα αλκη κὲ αλκεω κὲ λαλαθανάτῳ τῷ τριωνύμῳ Κούρᾳ· οἷτοί {²⁶οὗτοί}²⁶ μοι πάντο-
τε τελιώσουσιν κὲ φιμώσουσιν τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη τὸν Σοζόμεν-
[ο]ν· ἔγιρον δέ μοι κὲ σὺ ὁ ἔχων τὸ ὑπόγιον βασίλιόν σε πασῶν τῶν Ἐρινύων.
30 [ὁρ]κίσζω ὑμᾶς κατὰ τῶν ἐν Ἅδι θεῶ[ν Ου]χιτου τὴν τάβων δότιρα<ν> Αωθιωμος ι-
ωιωεγοωεοιφρι ὁ ἐν τῷ οὐρανῷ ἔχων τὸ ἐθέριον βασίλιον Μειωθιλαμψ ἐν
[οὐρα]νῷ Ιαω κὲ τὸν ὑπὸ γῆν Σαβληνια Ιαω Σαβληφλαυβην θανατοπουτωηρ.
[ὁρκί]σζω σε Βαθυμια χθιορωσκορβρα αδιανακω κακιαβανη θεννακρα. [ἐξορκ]-
[ίσζω ὑ]μᾶς τοὺς ἀπὸ Κρόνου ἐκτεθέντας θεοὺς Αβλαναθαναλ[βα] σισοπ[ετρον παρα]-
35 [λάβετ]ε τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη [τὸν] Σοζόμενον Ωη[αντιχερεχερ βεβα]-
[λλοσαλ]ακαμηθη κὲ σὺ ἡ τὰς κλῖδας τοῦ Ἅ[δους κ]ατέχ[ουσα ῥησίχθων]
[— — — — — — — — — — — — — —]ΜΟΥ․[— — — — — — — — — — — —]
Search Help
Contact Us