[ ]
Kypros — Amathous — mid/end 3rd c. AD? — Audollent, Defix. Tab. 29 — cf. AJA 85.184, GRBS 26.193 (prov.)
1 | δέμονες ει {²sic}² [κατὰ γῆν κὲ δέμονες οἵτινές ἐστε κὲ πατέρες πατέρων κὲ μητέρες ἀντιενίριοι] |
οἵτινες ἐνθάδε κῖσθε κὲ οἵτιν[ε]ς ἐνθά[δε κάθεστε θυμὸν ἀπὸ κραδίης πολυκηδέα πρόσ]- | |
θε λαβόντες, παραλάβετε τοῦ Σοζ[ομένου τ]ὸν θυμὸν τὸν πρὸς ἐμὲ ἔχι τὸν [Εὐτύχην] | |
κὲ τὴν ὀργήν, ἀφέλεσθε αὐτοῦ τὴν δύναμιν κὲ τὴν ἀλκὴν κὲ ποιήσατε αὐτὸν ψυχ[ρ]ὸν κὲ [ἄ]- | |
5 | φωνον κὲ ἀπνεύμονα, ψυχρὸν εἰς ἐμὲ τ[ὸν Εὐτύ]χην. ὁρκίσζω ὑμᾶς κατὰ τῶν μεγάλων θεα- |
ῶν {²⁶θεῶν}²⁶ Μασωμασιμαβλαβοιω μαμαξω [Ευμ]αζω ενδενεκοπτουρα μελοφθημαραρ ακου ρ[α]- | |
[σρωεε]καμαδωρ μαχθ[ουδ]ουρας [κ]ηφο[ζ]ων θεὰ αχθαμοδοιραλ[α]ρ ακου ραεντ α[κ]- | |
[ου ραλ]αρ ἀκούεστε αλαρ ουεχεαρμαλαρ καραμεφθη Σισοχωρ ἀδωνί[α χ]θὼν χ[ουχμα]- | |
θερφες θερμωμασμαρ ασμαχουχιμανου φιλαεσωσι· χθόνιοι θεοί, παραλάβε[τε τοῦ] | |
10 | Σοζομένου τὸν θυμὸν κὲ τὴν ὀργὴν τὴν ἐς ἐμὲ ἔχι τὸν Εὐτύχην [κὲ πα]- |
ράδοτε τῷ κατ’ Ἅδη θυρουρῷ Μαθυρευφραμενος κὲ τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ Ἅδ[ους] | |
κὲ τῶν κλῄθρω {²sic}² τοῦ οὐρανοῦ τεταγμένον Στερξερξ ειρηξα ῥησίχθων αρδαμαρχθ[ουρ] | |
πριστευ λαμπαδευ στενακτὰ θάψατε τὸν προγεγραμμένον ἐπὶ τοῦδε τοῦ φιμω- | |
τικοῦ καταθέματος. ἐνορκίσζω ὑμῖν τὸν βασιλέοντα τῶν κωφῶν δεμόνων ἀκούσα- | |
15 | τε τοῦ μεγάλου ὀνόματος, ἐπιτάσσι γὰρ ὁ μέγας Σισοχωρ ὁ ἐξάγων τοῦ Ἅδους τὰς |
πύλας, κὲ καταδήσατε τοῦ ἀντιδίκου μου τοῦ Σοζομένου κὲ κατακοιμίσετε | |
τὴν γλῶσσαν τὸν θυμὸν τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Εὐτύχην ὁ Σοζόμενος | |
ἵνα μὴ δύνητε μηδενὶ πράγματι ἐναντιωθῆνε περὶ τὰ θρέμματα, ἀλλὰ δὸς αὐτῷ | |
α̣η̣ρκη {²sic}² αὐτοῦ. ὁρκίσζω ὑμᾶς δέμονες πολυανδρίου {²sic}² κὲ βιοθάνατοι κὲ ἄωροι κὲ ἄπο- | |
20 | ροι ταφῆς κατὰ τῆς ῥησιχθόνης τῆς κατενενκάσης Μελιούχου τὰ μέλη κὲ αὐτὸν |
Μελιοῦχον. ἐνορκίσζω ὑμᾶς κατὰ τοῦ Αχελομορφωθ ὅστις ἐστὶν μόνος ἐπίγιος θεὸς | |
Οσους οισωρνοφρις ουσραπιω ποιήσατε τὰ ἐνγεγραμμένα· τύνβε πανδάκρυτ[ε] | |
κὲ χθόνιοι θεοὶ κὲ Ἑκάτη χθονία κὲ Ἑρμῆ χθόνιε κὲ Πλούτων κὲ Ἐρινύες ὑποχθόνιοι | |
κὲ ὑμῖς οἱ ὧδε κάτω κίμενοι ἄωροι κὲ ἀ{α}νώνυμοι {²⁶ἀνώνυμοι}²⁶ Ευμαζων, παραλάβετε τὰς φωνὰ[ς] | |
25 | [τ]οῦ Σοζομένου τοῦ πρὸς ἐμὲ τὸν Εὐτύχην Μασωμαχω· τὴν παραθήκην ὑμῖν παρατί- |
θομε φιμωτικὴν τοῦ Σοζομένου κὲ ἀνάδοτε αὐτοῦ τὸ ὄνομα τοῖς χθονίοις θεοῖς | |
Αλλα αλκη κὲ αλκεω κὲ λαλαθανάτῳ τῷ τριωνύμῳ Κούρᾳ· οἷτοί {²⁶οὗτοί}²⁶ μοι πάντο- | |
τε τελιώσουσιν κὲ φιμώσουσιν τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη τὸν Σοζόμεν- | |
[ο]ν· ἔγιρον δέ μοι κὲ σὺ ὁ ἔχων τὸ ὑπόγιον βασίλιόν σε πασῶν τῶν Ἐρινύων. | |
30 | [ὁρ]κίσζω ὑμᾶς κατὰ τῶν ἐν Ἅδι θεῶ[ν Ου]χιτου τὴν τάβων δότιρα<ν> Αωθιωμος ι- |
ωιωεγοωεοιφρι ὁ ἐν τῷ οὐρανῷ ἔχων τὸ ἐθέριον βασίλιον Μειωθιλαμψ ἐν | |
[οὐρα]νῷ Ιαω κὲ τὸν ὑπὸ γῆν Σαβληνια Ιαω Σαβληφλαυβην θανατοπουτωηρ. | |
[ὁρκί]σζω σε Βαθυμια χθιορωσκορβρα αδιανακω κακιαβανη θεννακρα. [ἐξορκ]- | |
[ίσζω ὑ]μᾶς τοὺς ἀπὸ Κρόνου ἐκτεθέντας θεοὺς Αβλαναθαναλ[βα] σισοπ[ετρον παρα]- | |
35 | [λάβετ]ε τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη [τὸν] Σοζόμενον Ωη[αντιχερεχερ βεβα]- |
[λλοσαλ]ακαμηθη κὲ σὺ ἡ τὰς κλῖδας τοῦ Ἅ[δους κ]ατέχ[ουσα ῥησίχθων] | |
[— — — — — — — — — — — — — —]ΜΟΥ․[— — — — — — — — — — — —] |