[ ] Kypros — Amathous — mid/end 3rd c. AD? — Audollent, Defix. Tab. 28 — cf. AJA 85.184, GRBS 26.193 (prov.)
See also:
1 δέμονες οἱ κατὰ γῆν κὲ δέμονες οἵτινές ἐστε κὲ πατέρες πατέρων
κὲ μητέρες ἀντιενίριοι οἵτινες ἐνθάδε κῖσθε κὲ οἵτινες ἐνθάδε κάθεστε
θυμὸν ἀπὸ κραδίης πολυκηδέα πρόσθε λαβόντες, παραλάβετε τοῦ Ἀφροδισια[νοῦ]
TO\N QUMO\N TO\N PRO\SS {26PRO\S}26 E)ME\ E)/XI TO\N *)ARTEMI/DWRON KE\ TH\N O)RGH\N KE\ A)FE/LESQE A[U)TOU=]
5 τὴν δύναμιν κὲ τὴν ἀλκὴν κὲ ποιήσατε αὐτὸν ψυχρὸν κὲ ἄφωνον κὲ ἀπνεύ-
μοναν, ψυχρὸν εἰς ἐμὲ τὸν Ἀρτεμίδωρον. ὁρκίσζω ὑμᾶς κατὰ τῶν με-
γάλων θεῶν Μασωμασιμαβλαβοιω μαμαξω Ευμαζων ενδενεκοπτουρ[α]
μελοφθημαραρ ακου ραερω εαικαμαδωρ μαχθουδουρας κιθωρασα κηφοζων
θεα αθχαμοδοιραλαρ ακου ραεντ ακου ραλαρ ἀκούεστε αλαρ ουεχεαρμαρλαρ
10 καραμεφθη Σισοχωρ ἀδωνία χθὼν χουχιμαθερφες θερμομασμαρ ασ-
μαχουχιμανου φιλαεσωσι· χθόνιοι θεοί, παραλάβετε τοῦ Ἀφροδισιανοῦ [τὸν]
θυμὸν κὲ τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Ἀρτεμίδωρ[ον, κ]ὲ παράδοτε τῷ κ[ατ’ Ἅ]-
δη θυρουρῷ Μαθυρευφραμενος κὲ τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ Ἅδο[υς κὲ]
τῶν κλῄθρων τοῦ οὐρανοῦ [τ]εταγμ[έ]νον Στηρξερξ ιρηξα ῥησίχθω[ν]
15 αρδαμαχθουρ πριστευ λαμπαδευ στενακτὰ θάψατε τὸν προγεγ[ραμ]-
μένον ἐπὶ τοῦδε τοῦ φιμωτικοῦ κα[τ]αθέματος. ἐνορκίσζω ὑμῖν τὸ<ν> βα[σιλέ]-
αν τῶν κωφῶν δεμόνων· ἀκούσατε τοῦ μεγάλου ὀνόματος, ἐπιτάσσι γὰ[ρ]
ὑμῖν ὁ μέγας Σισοχωρ ὁ ἐξάγων τοῦ Ἅδους τὰς πύλας κὲ καταδήσατε τ[οῦ]
ἀντιδίκου μου τοῦ Ἀφροδισιανοῦ κὲ κατακοιμίσατε τὴν γλῶσσαν τὸν θυμ[ὸν]
20 τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Ἀρτ[ε]μιίδωρον {²⁶Ἀρτεμίδωρον}²⁶ ὁ Ἀφροδισιανός, εἵνα μὴ δύ-
[νη]τέ μοι μηδενὶ πρ[άγματ]ι ἐνα[ντιωθ]ῆνε. ὁρκίσζω ὑμᾶς δέμονες πολ[υ]-
[άνδριοι κὲ β]ιοθάν[ατοι κὲ ἄπο]ρο[ι] ταφῆς κατὰ τῆ<ς> ῥησιχθόν[ης]
[τῆς κατεν]ενκάσ[ης Μελιούχου τὰ μέλη] κὲ αὐτὸν Μελιοῦχο[ν. ἐνορκίσζω]
[ὑμᾶς κατὰ τοῦ Ἀχαλεμορφω]θ ὅστις ἐστὶν μ[όνος ἐπίγιος θεὸς]
25 [Οσους οισωρνοφρις ουσραπιω ποιή]σατε [τὰ ἐνγεγραμμένα].
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us