1 | [ἀγαθ]ῆι τύχηι· |
[ἔδοξε τῶι κ]ολληγίωι τῶν ἀπὸ γυμνασίο[υ] | |
[ἐφήβων? πρώ]του? ἐπαινέσαι τε τὸν προ- | |
[στάτην αὐτῶ]ν Ἑλλόφιλον καὶ στεφανῶσα[ι] | |
5 | [αὐτὸν καὶ τ]οὺς υἱοὺς αὐτοῦ Ἀσκληπιάδην |
[․․․c.10․․․] Ὀνησικλῆν τῶι τῆς ἀρετῆς | |
[αὐτῶν? στεφ]άνωι #⁵⁶ αὐτοῦ δὲ Ἑλλοφίλου | |
[ἀναθεῖναι] ἀνδριάντα χαλκοῦν ἐν τῶι | |
[ἐπισημοτά]τωι τοῦ γυμνασίου τόπωι· | |
10 | [ὁμοίως δὲ ἀ]ναθεῖναι καὶ εἰκόνα γραπτὴν ἐν |
[ἀσπιδίωι ἐ]πιχρύσωι καὶ τὰ δεδογμένα | |
[ταῦτα ἀναγρ]άψαντας εἰς στήλην ἀναθεῖναι | |
[πρὸς τῶι ἀνδ]ριάντι ὅπως ἡ τ’ ἀνδ<ρ>ὸς ἀρετὴ | |
[φανερὰ ἅπασ]ιν καθεστήκηι. |
I.Kourion
76