[ ] Kypros — Kourion — 1st c. BC?
1 [․․c.8․․․]κον π[λήσα]ντα βίου τέλ[ος], ὦ παροδεῖτα, |
[λιτῇ ὑπὸ σ]τήλῃ κεί[μ]ενον οἰκτρὸν ὁρᾷς. |
[πλεύσας γὰ]ρ̣ δύστηνος ἐπ’ ἀξείνου στόμα πόν-
[του | τηλόθι τ]ὸ̣ν Μοιρῶν ἐξετέλεσσα μίτον, |
5 [οὐ γάμον, οὐχ] ὑμέναιον ἰδὼν γλυκύν, ἀλλὰ
[τοκεῦσι | δάκρυα] καὶ τυπετῶν λυγρὰ λιπὼν ἄχεα. |
[οὐδὲν δ’ ἐξεύρο]ντο κακοῦ παραμύθιον οἴκτου, |
[ἀντὶ δὲ νῦν θαλά]μου τύμβον ἔχουσι τέκνου. |
ἀλλ’ ἐμ’ ἀ[χῶν λή]θη περιδέδρομεν· οἰκτρὰ δὲ
10 πένθη | [ἐκτέτατ]α̣ι μογερῷ Θειοδότῳ γενέτῃ.
Search Help
Contact Us