[ ]
Kos Isl. — Kos — Platani — late 2nd/early 1st c. BC? — SGDI III,1 3632 — LSCG 168 — cf. Chiron 30 (2000) 431-432 (date)
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [θ]υέτω δὲ καὶ σκανοπαγείσθω {ν} καὶ ὁ τὰν ὠνὰν ἐωνημένος ναύσσου ἔξω καὶ τὰν ἐπ’ α․․․ |
β̣ίου κατὰ ταὐτά· θυόντωι δὲ καὶ τοὶ ἐωνημένοι ὠνὰν ναύσσου ἄρτων, κάπων κατ[ὰ ταὐ]- | |
τά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τᾶς ὀβελίας κατὰ τ[αὐτά]· | |
θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν σίτου κατὰ ταὐτά. θυόντωι δὲ [κ]- | |
5 | αὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι ὠνὰν οἴνου ἐπὶ θαλάσσαι, ἑταιρᾶν, ξύλων, ἀλφίτ<ω>ν, ἐ[ν]- |
οικίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν τετραπό[δ]- | |
ων. θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράζοντες τὰν ὠνὰν ἐν Καλύμναι οἴνου | |
ἐξ οἰ<ν>οπέδων, ζευγέων, ἐρίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγορά[ξ]- | |
αντες ὠνὰν ἀμπελοστα<τ>εύντων καὶ τῶν γυναικείων σωμάτων κατὰ ταὐτά· θυόντω[ι δὲ καὶ] | |
10 | σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν σκοπᾶς δαμοσίας. θυέτω δὲ κ[αὶ σκανο]- |
παγείσθωι καὶ ὁ τὰν ἄλ<λ>αν μισθωσάμενος σκοπὰν τὰν ἐπὶ ναυτιλέωι. θυέτω δ[ὲ κατὰ ταὐ]- | |
τὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τᾶν Μουσᾶν κατὰ ταὐ<τ>ά. θ[υέτωι δὲ κα]- | |
τὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τοῦ Ἀφροδεισίου. θυέτ[ω δὲ καὶ σ]- | |
κανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν κύκλου Γᾶς κατὰ ταὐτά. θυόντωι δὲ [κατὰ ταὐ]- | |
15 | τὰ καὶ σκανοπαγείσθων τοὶ ἔχοντες τὰν ὠνὰν λιβανοπωλᾶν, ὀσπρίων, ταρείχο[υ· θυέτω]- |
ι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ ἔχων τὰν ὠνὰν τοῦ <ἰ>ατρικοῦ. θυόντωι δὲ [καὶ σ]- | |
κανοπαγείσθων τοὶ κωποξύσται τῶι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριά[κον]- | |
τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα. θυόντωι δὲ κα<τὰ> ταὐτὰ καὶ ὅσσοι κα σκοπὰς μισθο- | |
ποιήσωνται ἢ ἔχωντι ἰδιωτικὰν μεμισθωμένοι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον- | |
20 | τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα ἐς ὅ κα ἦι συνεστηκυῖα ἁ σκοπά· θυόντωι δὲ κα[τὰ τ]- |
αὐτὰ καὶ <τ>οὶ μετάβολοι τοὶ ἐν τοῖς ἰχθύσιν Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον[τα καὶ] | |
Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα. θυόντωι δὲ κατὰ ταὐτὰ καὶ τοὶ νεωλκοί, λαμβάνο[ντες] | |
ὁμοίως καὶ οὗτοι παρὰ τῶν ταμιᾶν δραχμὰς ἑξήκοντα. θυέτωι δὲ καὶ ὁ ναύαρχος τ[ῶι Πο]- | |
τειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Ῥόδωι ο[ἶ]ν | |
25 | ἀπὸ δραχμᾶν τριάκοντα. διαγραφέσθωι δὲ αὐτῶι παρὰ τῶν ταμιᾶν δραχμὰς ἐνενή[κο]- |
ντα. θυόντωι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθων ἕκαστος τῶν τριηράρχων, θυόν[τω]- | |
ι δὲ τῶι Ποτειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντ[α καὶ] | |
Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα, λαμβανόντωι δὲ καὶ τοῦτοι παρὰ τῶν ταμι[ᾶν] | |
[δρ]αχμὰς ἐνενήκοντα· θυόντωι δὲ καὶ τοὶ καρπολογεῦντες τῶι Ποτειδᾶνι οἶν ἀ[πὸ] | |
30 | [δρ]αχμᾶν τεσσαράκοντα καὶ Κῶι οἶν ἀπὸ δρα<χ>μᾶν τεσσαράκοντα καὶ Ῥόδωι οἶν ἀπὸ [δρ]- |
αχμᾶν τεσσαράκοντα· θυόντωι δὲ καὶ τοὶ ὑπηρέται τᾶν μακρᾶν ναῶν Ποτειδᾶνι καὶ [Κῶι οἶν ἀ]- | |
πὸ δραχμᾶν τρι[άκοντα κα]ὶ Ῥόδωι [οἶν ἀπὸ δραχμᾶν τριάκ]οντα· θυόντωι δὲ καὶ τοὶ [— —] | |
οι ἐκ τῶν ὑπηρε[τικῶν πλοίων — — — — — — — — — — — — — — — — — — — — — — ἀπὸ] | |
δραχμᾶν τ[ριάκοντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
35 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |