[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 200 BC — Gr. Mauerbauinschriften (1959) 174, 46
See also:
1 | [ἔδοξε τῶι δάμωι] |
τῶι Ἁλ[ασ]αρ[νιτ]ᾶ[ν, ναποῖαι εἶπαν· Νίκαρχος Χαρμίππου, Τιμασικλῆς] | |
Ἡρακλείτου, Νοσσύ[λος Πολυμνάστου]· ἐπειδὴ [Θε]υ[κλῆς διατελεῖ] | |
τὸν εὐνούστατον τρόπο[ν δ]ιακείμενος ποτὶ τὸν δᾶμον τ[ὸν Ἁλασαρ]- | |
5 | νιτᾶν κρίνων καθῆκον ἦμεν ἐν τοῖς ἀναγκαιοτάτοις τῶγ καιρῶ[ν ἀ]- |
ποδείξεις ποιεῖσθαι τᾶς αὐτοῦ αἱρέσιος ἔν τε τῶι Κρητικῶι πολέμ[ωι] | |
[ὁρ]ῶν τὸς ἐπικαιροτάτος τῶν τόπων ἀνωχύρος ἐόντας καὶ ποτιδέον[τας] | |
βοαθείας, ψαφιξάμενος καὶ πορίσας εἰς ταῦτα χρήματα προενοήθη το[ῦ κα]- | |
τὰ τάχος ἀποχυρωθέντος τοῦ περιπολίου ἐν ἀσφαλείαι ὑπάρχεν τὸς κα- | |
10 | τοικοῦντας μετὰ τέκνων καὶ γυναικῶν, προενοιήθη δὲ καὶ τῶν ἄλλων |
τῶν διατεινόντων εἰς τὰν Ἁλασαρνιτᾶν ἀσφάλειάν τε καὶ σωτηρίαν, | |
σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων· ἔν τε τῶι συνεστακότι πολέ- | |
μωι προορώμενος τάν τε τῶν ἐναντίων ἐπιβολὰν καὶ τὸ μέγεθος τοῦ | |
κινδύνου πεπόρικε πλῆθος ἱκανὸν χρημάτων εἴς τε τὰν ἐπιμέλειαν | |
15 | καὶ κατασκευὰν τῶν τειχέων· σπεύδων τε καὶ εἰς τὸν μετὰ ταῦτα |
χρόνον ἄθικτον τὰν ὑποθήκαν τοῖς περιπολίοις ὑπάρχεν, πεπολίτευται | |
συνφέρουσαν καὶ δυνατὰν διοίκησιν ποιησάμενος κατὰ τῶν ἀπειθούν- | |
των τοῖς δόγμασιν τᾶς ἐκκλησίας· τῶν τε ὑπεναντίων ἐπιβαλομένων | |
λέμβοις τε καὶ ἄλλοις πλοίοις καὶ πλήοσιν ἐπί τε τὰν πόλιν καὶ τὰν χώραν, | |
20 | ψαφιζόμενος περί τε τῶν ἄλλων τῶν διατεινόντων ποτὶ τὰν κοινὰν ἀσ- |
φάλειάν τε καὶ σωτηρίαν καὶ περὶ τᾶς κατὰ γράμμα πάλιν ἐσσευμένας φυ- | |
λακᾶς ἀπέλυσε τὸς δαμότας τᾶς κατὰ πόλιν φυλακᾶς, νομίζων δεῖν | |
μένοντας ἐπὶ τῶν ἰδίων τόπων συνδιατηρῆσαι τὰ φρούρια, ἀκολούθως | |
δὲ τᾶι τῶν καιρῶν περιστάσει καθιστὰς φυλακὰν τᾶς πόλιος ἐφρόντιξεν | |
25 | τὸν ἐκτενέστατον τρόπον καὶ τοῦ περιπολίου, ποτίθεσιν ποιησάμενος |
τοῦ τε πλήθους τῶν φυλάκων καὶ τᾶς μισθοδοσίας· ἐμβολᾶν τε γινομενᾶν | |
ἐς τὰν χώραν συνγράφων περὶ προφυλακᾶς ἱππέων τε καὶ πεζῶν προε- | |
νοιήθη καὶ τᾶς Ἁλασαρνιτᾶν ἀσφαλείας, ποτίταγμα δοὺς τοῖς ἐπὶ τού- | |
των τεταγμένοις συνδιατηρῆσαι τὸς τόπος, ἐλθόντων δὲ καὶ | |
30 | τῶν δαμοτᾶν ἐπί τε τὰν βουλὰν καὶ τὸν πάντα δᾶμον καὶ ἀπολογιξαμέ- |
νων ἃ μὲν ἀχρεῶσθαι τῶν ὅπλων, ἃ δὲ καὶ ποτιδεῖσθαι τὸ παράπαν κα- | |
τασκευᾶς, προαιρεύμενος κατὰ δύναμιν τὰν αὐτοῦ πάντα πράσ- | |
σεν τὰ συνφέροντα τῶι δάμωι, πεπόρικε χρήματα εἰς τὸν καθοπλισ- | |
μὸν τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τοῦ περιπολίου, προχρησαμένο[υ] | |
35 | τε τοῦ σύμπαντος δάμου τὰ ὑπάρχοντα ξύλα εἰς τὰν κατασκευὰν |
τᾶς στοᾶς εἰς τὰς τοῦ πολέμου χρείας, ἐφρόντιξεν περὶ τᾶς ἀποκα[τα]- | |
στάσιος, προεισευπορήσας ἐκ τῶν ἰδίων ἄτοκα τὰ χρήματα, ἔν τε τοῖς ἄλ- | |
λοις τοῖς διατείνουσιν ποτὶ τὰν φυλακὰν καὶ ἀσφάλειαν διατελεῖ πάντα τὰ δυνα- | |
τὰ καὶ πράσ<σ>ων καὶ γράφων· ὅπως οὖν καὶ [ὁ] δᾶμος ὁ Ἁλαρανιτᾶν, καθότι πάτρι- | |
40 | όν ἐστι αὐτῶι, φαίνηται τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καταξίως τῶν |
γινομένων εἰς αὐτὸν εὐεργετημάτων, Θευκλῆς τε τυχὼν τῶν τιμ[ί]- | |
ων πολὺ προθυμότερον αὐτὸν παρέχηται εἰς τὰ τοῦ δάμου χρήσιμ[α], | |
δεδόχθαι ἐπαινέσαι Θευκλῆ Ἀγλάου ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς ἔς [τε] | |
πολίτας πάντας καὶ ἐς τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν, στεφανῶσαι δὲ αὐ- | |
45 | [τὸν] στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων νʹ, τοὶ δὲ ναπόαι |
[ἐγ]δόντω ἀναγράψαι τὸ ψάφισμα τόδε εἰστάλαν λιθίναν καὶ ἀναθέντω | |
[ἐν] τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ ἐν Ἁλασάρναι εἰς τὸν ἐπιφανέ- | |
[σ]τατον τόπον. |