Syll.³ 590
[ ] Kos Isl. — Asklepieion — ca. 196 BC — SbBerlin (1905.2) 979-993
face A, front.1 ἐπὶ Ἱποκράτευς μηνὸς Ἀρτεμιτίου.
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι,
γνώμη ἐπιστατῶν· Ἡρακλεώτης
Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή-
5 μου κατὰ τὰ πάτρια τάς τε πανηγύ〚ρ〛-
ρεις {²⁶πανηγύρεις}²⁶ καὶ τοὺς ἀγῶνας συντελοῦν-
τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι-
δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας
καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι
10 τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς
τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ-
κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων
οἱ τετευχότες τῶν μεγίστων τῆς
παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι-
15 〚ι〛έρωσιν {²⁶καθιέρωσιν}²⁶ καὶ τὴν ἀσυλίαν ἀνηγόρευ-
σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ
τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο-
νείμαντες χάριν, προσήκει δὲ τῶι δή-
μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις
20 χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ-
ναι τῶν Διδυμείων στεφανίτην καὶ
τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά-
νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν-
τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ-
25 νων, δεδόχθαι τῆι βουλῆι ἑλέσθαι πρεσ-
βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά-
χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ-
ρεθέντας ἀφικομένους ἀπολογίσασθαι
περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων
30 τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι
καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων
εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν
καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν
ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε-
35 λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας
ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν-
τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς
καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν
καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν
40 ἀγῶνα στεφανίτην, καὶ τάξαντας
τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότα[ς]
ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσε[ται]
συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς [τὸ]
θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴ[ν πόλιν]
45 εὐνοίας. πρεσβευταὶ αἱρέθη[σαν]
Δημοσθένης Ἐργίνου, Σῖμος Ἀρισ[τοφῶντος].
face B, back.1 ἐπὶ Φιλίνου νουμηνίαι μηνὸς Ὑακινθίου.
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώ-
μαι προστατᾶν. ἐπειδὴ τοὶ θεωροὶ τοὶ πα-
ραγε̣ν̣ό̣[μενοι παρὰ] Μ̣ι̣λ̣η̣σ̣ί̣ων φ̣ί̣λ̣ων εὔν-
5 των [καὶ συμμάχων ἐπὶ τὰν τῶν Διδ]υ̣μέ-
ων? [ἐπαγγελίαν ποτὶ τὸ πλῆ]θ̣ος? [ἐ]π̣ελ-
θόν̣[τες ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμο]ν κα̣ὶ̣
ποιη̣[σάμενοι λόγους τάν τε φι]λίαν̣ ἐ-
νεφά̣[νιξαν καὶ ἀπελογίξαντο τὰ] δεδ̣ο-
10 γμέ̣[να Μιλησίοις περί τε τᾶν] θ̣υσ[ι]ᾶν?
ἇν [συντελεῦντι τῶι Ἀπόλλων]ι̣ καὶ̣ τ̣ῶν
ἀγώ̣[νων οὓς προαιρεῦνται αὐτῶι τιθ]έ-
μεν̣ [στεφανίτας· τύχαι τᾶι] ἀγ[αθᾶι], δ̣ε-
δόχ̣θ̣[αι — — — — — — — — —]σ̣θ̣[αι τ]ὰ̣ν
15 ἀν[— — — — — — — — — — — — — —]σ̣τά-
λα․? [— — — — — — — — — — — — —]ον
ὅπω̣[ς — — — — — — — — — — — — —]νο-
με[— — — — — — — — — — — — — — —]ι
το․[— — — — — — — — — — — — — —]αν
20 πο[— — — — — — — — — — — — — —]ς, δο-
θῆ[μεν ἐς ἀπαρχὰν τῶι θεῶι (δραχμὰς) ρʹ τοῖς] αἱρη-
μέ[νοις θεωροῖς? ἐς τὰν πανάγυριν] τῶν
Διδ̣[υμείων — — — — — — — — — — Μιλ]η̣σί-
ου[ς? — — — — — — — — — — — — — —]τε
25 στ[ά]λ̣[α]ς̣ [— — — — — — — — — — — ἄν]α-
γρα̣[— — — — — — — — — — — — τὰν δὲ γι]νο-
μέν̣[αν ἐς ταῦτα δαπάναν τεισάντω τ]ο̣ὶ χι-
ρίζ[οντες τὰν διοίκησιν? τῶν τοῦ θεοῦ]
χρ[ημάτων?].
Search Help
Contact Us