1 | Διοκλῆς Φιλίνου εἶπε· ἐπειδὴ τῶν βαρ- |
βάρων στρατείαν ποιησαμένων ἐπὶ | |
τοὺς Ἕλλανας καὶ ἐπὶ τὸ ἱερὸν τὸ ἐν | |
Δελφοῖς, ἀναγγέλλεται τὸς μὲν ἐλ- | |
5 | θόντας ἐπὶ τὸ ἱερὸν τιμωρίας τετεύ- |
χεν ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἀνδρῶν | |
τῶν ἐπιβοαθησάντων τῶι ἱερῶι ἐν τᾶι | |
τῶν βαρβάρων ἐφόδωι, τὸ δὲ ἱερὸν διαπε- | |
φυλάχθαι τε καὶ ἐπικεκοσμῆσθαι τοῖς | |
10 | ὑπὸ τῶν ἐπιστρατευσάντων ὅπλοις, |
τῶν δὲ λοιπῶν τῶν στρατευσάντων | |
τοὺς πλείστους ἀπολώλεν ἐν τοῖς γε- | |
νομένοις ἀγῶσι ποτὶ τοὺς Ἕλλανας | |
αὐτοῖς· vvvv ὅπως οὖν ὁ δᾶμος φανε- | |
15 | ρὸς ἦι συναδόμενος ἐπὶ τᾶι γεγενημέ- |
ναι νίκαι τοῖς Ἕλλασι καὶ τῶι θεῶι χαρισ- | |
τήρια ἀποδιδοὺς τᾶς τε ἐπιφανείας | |
τᾶς γεγενημένας ἕνεκεν ἐν τοῖς περὶ | |
τὸ ἱερὸν κινδύνοις καὶ τᾶς τῶν Ἑλλά- | |
20 | νων σωτηρίας· vvv ἀγαθᾶι τύχαι, δε- |
δόχθαι τῶι δάμωι, τὸν ἀρχιθέωρον καὶ | |
τοὺς θεωροὺς τοὺς αἱρημένους, ἐπεί κα | |
ἀφίκωνται εἰς Δελφούς, θῦσαι τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι βοῦν χρυσόκερω ὑπὲρ | |
25 | τᾶς τῶν Ἑλλάνων σωτηρίας καὶ ἐπεύ- |
χεσθαι τῶι τε δάμωι τῶι Κώιων γίνεσ- | |
θαι τὰ ἀγαθὰ καὶ μεθ’ ὁμονοίας πολι- | |
τεύεν ἐν δαμοκρατίαι, καὶ τοῖς ἐπιβοα- | |
θήσασι τῶν Ἑλλάνων τῶι ἱερῶι εὖ ἦμεν | |
30 | ἐς τὸν ἀεὶ χρόνον. ποιήσασθαι δὲ θυσίαν |
καὶ τοὺς προστάτας τῶι τε Ἀπόλλωνι | |
τῶι Πυθίωι καὶ τῶι Διὶ τῶι Σωτῆρι καὶ τᾶι | |
Νίκαι· θυσάντω δὲ τῶν θεῶν ἑκάστωι | |
ἱερεῖον τέλευν· ἐν ἇι δέ κα ἁμέραι τὰν θυ- | |
35 | σίαν ποιῶνται, ἱερὰν τὰν ἁμέραν ἦμεν καὶ |
στεφαναφορεῖν τοὺς πολίτας καὶ τοὺς | |
παροίκους καὶ τὸς ἄλλος τὸς ἐνδα- | |
μεῦντας ἐγ Κῶι πάντας· ὁ δὲ ἱεροκᾶρυξ | |
ἀνειπάτω ὅτι ὁ δᾶμος ἱερὰν ἄγει τὰν ἁμέραν | |
40 | ἐπὶ τᾶι τῶν Ἑλλάνων σωτηρίαι καὶ νίκαι, |
τοῖς δὲ στεφαναφορήσασι λώϊον καὶ ἄ- | |
μεινον ἦμεν. τὰν δὲ θυσίαν ποείσθων ἐν | |
τῶι μηνὶ τῶι Πανάμωι· τοὶ δὲ ταμίαι δόντω | |
ἐς μὲν τὰν ἐν Δελφοῖς θυσίαν δραχμὰς | |
45 | τετρακοσίας, ἐς δὲ τὰν ἐγ Κῶι δραχμὰς |
ἑκατὸν ἑξήκοντα· τοὶ δὲ προστάται ἐπι- | |
μεληθέντω ὅπως τοῖς τε θεωροῖς ἀποσ- | |
ταλῆι τὸ ἀργύριον καὶ ταὶ ἐγ Κῶι θυσίαι γέ- | |
νωνται· τοὶ δὲ πωληταὶ μισθωσάντω ἀ- | |
50 | ναγράψαι τὸ ψάφισμα ἐστάλαν λιθίναν |
καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ. |
Syll.³
398