[ ] Kos Isl. — Kos — ca. 300 BC — excerpt (unpub.)
1                                                   . . . ὅπως δὲ Τήλιοι καὶ εἰς τὸν ἐπίλοι-
πον χρόνον ὁμονοεῦντες διατελῶντι, ὀμοσάντω τοὶ γεγενημέ-
νοι ἀπό τε ὀκτωκαίδεκα ἐτέων πάντες θεὸς τὸς ὁρκίος κατὰ ἱερῶν νεο-
καύτων τὸν ὅρκον τόνδε· ἐμμενέω ἐν τῶι πολιτεύματι τῶι καθεστακό-
5 τι καὶ διαφυλαξέω τὰν δαμοκρατίαν καὶ οὐ μνασικακησέω περὶ τῶν
[ἐν τᾶι κ]ρίσ[ει] γενομένων οὐδὲ πραξέω παρὰ τὰν διάλυσιν τάνδε οὐδὲν
[οὐδὲ] ὅλπα ἐναντία θησεῦμαι τῶι δάμωι οὐδὲ τὰν ἄκραν καταλαμψεῦντι
συμβουλευσέω οὐδὲ ἄλλωι ἐπιβουλεύοντι οὐδὲ καταλύοντι τὸν δᾶ-
μον εἰδὼς ἐπιτραψέω· αἰ δέ κα αἴσθωμαί τινα νεωτερίζοντα ἢ συλ-
10 λόγους συνάγοντα ἐπὶ καταλύσει τοῦ δάμου, δηλωσέω τοῖς ἄρχου-
σιν· εὐορκεῦντι μέμ μοι ἦμεν πολλὰ ἀγαθά, ἐφιορκεῦντι δὲ τὰ ἐναν-
τία . . .
Search Help