[ ] Kos Isl. — Kos — decree of unkn. city — ca. 150-100 BC — REG 9 (1896) 415, 1 — Chiron 29 (1999) 303, 11 — SEG 49.1119
See also:
1 [․․c.8․․․ καὶ στεφανῶσαι τὸν γ]ρ̣α̣μ̣μ̣ατέα Διοφάνο̣υ
[․․․c.10․․․ τὴν ἐπιδ]η̣μίαν πεποιημένον εὐτάκτως
[πᾶσα]ν χρεί̣[α]ν̣ [παρ]ασχόμενον ὃν τρόπον ἐπέβαλλεν.
[τῆ]ς δὲ ἀναγορεύσεως τῶν στεφάνων ἐπιμεληθῆ-
5 [να]ι τοὺς ἐν ἐκείνωι τῶι ἔτει στρατηγοὺς καὶ τὸν
[ἀ]γωνοθέτην. ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τοῦτο
[ε]ἰς στήλην λίθου λευκοῦ καὶ ἐνχαράξαι τοὺς
στεφάνους καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι
τόπωι πρὸ τοῦ δικαστηρίου. ἵνα δὲ καὶ Κῶιοι εἰδή-
10 σωσιν ἣν ἔχει ὁ δῆμος προαίρεσιν, δεδόχθαι ἀ-
ποδεῖξαι πρεσβευτὰς δύο οἵτινες ἀφι-
κόμενοι εἰς Κῶ τό τε ψήφισμα ἀποδώ<σου>-
σιν καὶ ἐπελθόντες ἐπὶ τὴν βουλὴν καὶ
κλησίαν {²⁶ἐκκλησίαν}²⁶ καὶ ἀσπασάμενοι παρὰ τοῦ π-
15 λήθους εὐχαριστήσουσιν Κώιοις ἐπὶ
τῇ ἀποστολῇ τῇ τοῦ δικαστοῦ καὶ παρακαλέ-
σουσιν αὐτοὺς φίλους ὑπάρχον{τα}τας {²⁶ὑπάρχοντας}²⁶ δια-
τηρεῖν τὴν πρὸς τὴν πόλιν ἡμῶν εὔνοια-
ν {αν} ἀναγράψαντας δὲ καὶ εἰς στήλην λίθου
20 λευκοῦ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν τῶι
ἐπιφανεστάτωι τόπωι τῆς πόλεως. v εἱρέ-
θησαν πρεισβευταὶ {²⁶πρεσβευταὶ}²⁶ Σωκράτης Πολεμο-
κράτου Δίφιλος Διφίλου. ἀνηνέχθη Ἀλσείου τρια-
κάδι ὑ<π>ὸ τῶν πρεσβευτᾶν ἔχον ἐπίσαμον
25         ζῷδιον γυναικεῖον.
Search Help
Contact Us