1 | [γράμμ]α̣σ̣ι̣ μὲν φωνεῖ Παρία <λ>ίθος, ὅττι Λυκουργὶ̣ς̣ |
[ἐνθά]δε Δειογένευς κεῖμαι ἀποφθιμένα. | |
[κλειν]ὸς δ’ ἦ̣ν̣ ὁ̣ π̣α̣τ̣ήρ, Καλλιστράτη ἁ δὲ τεκοῦσα. | |
[Κλην]αγόρας πινυτ̣ὸς δ’ υἱὸς ὁ Πουλυχάρευς | |
5 | [καἰσχ]υλίδος {²⁶Αἰσχυλίδος}²⁶ τέκνωσεν ἐμὸν πόσιν ἐσθλὸν ἐν ἀστοῖς |
[Που]λυχάρην, λείπω δ’ ἀνέρι τρισσὰ τέκνα, | |
[στεργ]ομένα στερχθέντι πολὺ πλέον, ὥς μοι ἅπασα | |
[μάρ]τ̣υς γᾶ Μερόπων ἱμερόεσσα πέλει. | |
[πρώτ]α μὲν γὰρ ἐμᾶς Καλλιστράτη εἰς ἐρατὸν φῶς | |
10 | [ἤλ]υθ’ ἀπ’ ὠδῖνος κουριδίοιο λέχευς· |
[τὰν δ]ὲ μέτ’ ἄρσην μοι κλυτόπαις γένεθ’ υἱὸς ἀμύμων | |
[Δει]ογένης, ἁμοῦ πατρὸς ἔχων ὄνομα· | |
[τῶι δ’] ἔπι μοι χαρίεσσα ποθεινὰ γείνατο κούρα | |
[Κλ]ηναγορίς, μελάθροις κάλ’ ἀτιταλλομένα· | |
15 | [εἶτ]ά με νηδύος εἷλε τετάρτα φοίνιος ὠδίς, |
[ἤμ]ατι δὲ τριτάτωι τὸ γλυκὺ φῶς ἔλιπον· | |
[τοῖα] παθοῦσ’ Ἀίδαν τὸν ἀμείλιχον ἤλυθον, οἰκτρὰ | |
[δακ]ρυτά <τε> τέκνοις καὶ πόσει ἁμετέρωι, | |
[οὐκ ἐπ]ιδοῦσα θυγατρὸς ἐμᾶς μέλλονθ’ ὑμέναιον, | |
20 | [οὐ χ]λαμύδ’ ὤμοισιν παιδὶ βαλοῦσα καλῶι. |
[ἀλλά μ]οι, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρα, | |
[ἵλαο]ς ἀντ’ ἐμέθεν σῶζε τέκνων ἀγέλαν | |
[καὶ παίδ]ω̣ν τὸν ἐμῶν γενέ̣τ̣α̣ν̣ ἐ̣ρατῶ̣ν μοι ἄεξε | |
[ἔνδο]ξ̣ον πάτρα̣ι̣, πότνια, Πουλυχάρην. |
Herzog, KFF
169