[ ] Kos Isl. — Phyxa — Zipari — 1st c. AD — GVI 1158
See also:
1 [γράμμ]α̣σ̣ι̣ μὲν φωνεῖ Παρία <λ>ίθος, ὅττι Λυκουργὶ̣ς̣
[ἐνθά]δε Δειογένευς κεῖμαι ἀποφθιμένα.
[κλειν]ὸς δ’ ἦ̣ν̣ ὁ̣ π̣α̣τ̣ήρ, Καλλιστράτη ἁ δὲ τεκοῦσα.
[Κλην]αγόρας πινυτ̣ὸς δ’ υἱὸς ὁ Πουλυχάρευς
5 [καἰσχ]υλίδος {²⁶Αἰσχυλίδος}²⁶ τέκνωσεν ἐμὸν πόσιν ἐσθλὸν ἐν ἀστοῖς
[Που]λυχάρην, λείπω δ’ ἀνέρι τρισσὰ τέκνα,
[στεργ]ομένα στερχθέντι πολὺ πλέον, ὥς μοι ἅπασα
[μάρ]τ̣υς γᾶ Μερόπων ἱμερόεσσα πέλει.
[πρώτ]α μὲν γὰρ ἐμᾶς Καλλιστράτη εἰς ἐρατὸν φῶς
10 [ἤλ]υθ’ ἀπ’ ὠδῖνος κουριδίοιο λέχευς·
[τὰν δ]ὲ μέτ’ ἄρσην μοι κλυτόπαις γένεθ’ υἱὸς ἀμύμων
[Δει]ογένης, ἁμοῦ πατρὸς ἔχων ὄνομα·
[τῶι δ’] ἔπι μοι χαρίεσσα ποθεινὰ γείνατο κούρα
[Κλ]ηναγορίς, μελάθροις κάλ’ ἀτιταλλομένα·
15 [εἶτ]ά με νηδύος εἷλε τετάρτα φοίνιος ὠδίς,
[ἤμ]ατι δὲ τριτάτωι τὸ γλυκὺ φῶς ἔλιπον·
[τοῖα] παθοῦσ’ Ἀίδαν τὸν ἀμείλιχον ἤλυθον, οἰκτρὰ
[δακ]ρυτά <τε> τέκνοις καὶ πόσει ἁμετέρωι,
[οὐκ ἐπ]ιδοῦσα θυγατρὸς ἐμᾶς μέλλονθ’ ὑμέναιον,
20 [οὐ χ]λαμύδ’ ὤμοισιν παιδὶ βαλοῦσα καλῶι.
[ἀλλά μ]οι, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρα,
[ἵλαο]ς ἀντ’ ἐμέθεν σῶζε τέκνων ἀγέλαν
[καὶ παίδ]ω̣ν τὸν ἐμῶν γενέ̣τ̣α̣ν̣ ἐ̣ρατῶ̣ν μοι ἄεξε
[ἔνδο]ξ̣ον πάτρα̣ι̣, πότνια, Πουλυχάρην.
25
Search Help
Contact Us