[ ] Kos Isl. — Antimachia — shortly after mid-4th c. BC — Paton-Hicks 386; SGDI III,1 3721 — Syll.³ 1006 — LSCG 175
1 [κ]α̣τὰ τάδε ταὶ ἱέρειαι ἱερώσθω τᾶι Δάματρι· ἐξῆ̣-
μ̣εν δὲ τοῖς κυρίοις καὶ τᾶμ μὴ παρευσᾶν γυναικῶ[ν]
τῶι χρήζοντι ἐμβάλλεσθαι, αἴ κα ἐν τᾶι χώραι
ἔωντι· τὰς δὲ λαχούσας ὀμοσάσας ἱερῶσθαι· ταῖς
5 δὲ τελευμέναις καὶ ταῖς ἐπινυμφευομέναις ἦμεν
τᾶι δηλομέναι, καθάπερ καὶ πρὶν πωλητὰν γενέσθαι̣
τὰν ἱερωσύναν συνετάχθη, πέντ’ ὀβολὸς διδούσαις
ἀπολελύσθαι τῶν ἄλλων ἀναλωμάτων πάντων·
παρασκευάξαι δὲ ταῖς τελευμέναις τὰς ἱερῆς τὰ νομι-
10 ζόμενα· ἦμεν δὲ καὶ τῶν γερῶν τῶν θυομένων ταῖς χρηζού̣-
σαις ἀποδόμεν τοῦ μὲν ἐτέλου ἡμιωβέλιον, τοῦ δὲ τελείο̣υ̣
[ὀβολόν]· τ̣[ο]ῦ̣ δ̣ὲ ἀ̣γερμοῦ καὶ [τῶν θ]η̣σ̣α̣υ̣ρ̣[ῶ]ν καὶ γερῶν πάντων
[τὸ μὲν ἓν μέρος ἦμεν τᾶν ἱερειᾶν, τὰ δὲ δύο ἦ]μ̣εν̣ ἱερά· ταῖς δ[ὲ]
[ἱερείαις ἐξῆμεν ὑφιερείας ἀποδεῖξαι πολίτιδας — — — — — — —]
Search Help
Contact Us