[ ] Kos Isl. — Kos — 4th/beg. 3rd c. BC — Paton-Hicks 36 — SGDI III,1 3634 — LSCG 177
face A.I.1 [Διομέδων ἀνέθηκ]ε̣ τ̣ὸ̣ τ̣έ̣μ̣ε̣ν̣ο̣ς̣ [τόδε]
Ἡ̣ρακλ̣ε̣ῖ̣ Δ̣[ιομε]δ̣οντείωι, ἀνέθηκε δ̣[ὲ]
καὶ τοὺς ξενῶνας τοὺς ἐν τῶι κάπωι
καὶ τὰ οἰ̣κημάτια καὶ Λίβυν καὶ τὰ ἔγγο-
5 να αὐτοῦ· ἐόντω δὲ ἐλεύθερο̣[ι] ποιοῦντε-
ς̣ τὰ̣ συντεταγμένα· ἐπιμελέσθων δ̣ὲ α-
ὐτῶν το̣ὶ̣ τ̣ῶ̣ν ἱερῶν κοινωνεῦντες ὅπως
ἐ̣λεύθεροι ὄντες διατελέωντι καὶ μηθε̣[ὶ]-
ς̣ αὐτοὺς ἀδικῆι· θυόντω δὲ τὰ ἱερὰ τοὶ ἐγ̣ [Δι]-
10 [ο]μέδον〚δον〛τος {²⁶Διομέδοντος}²⁶ καὶ ἀεὶ τοὶ ἐξ αὐτῶγ̣ γ̣ε̣-
ν̣[ό]μενοι· ἐχέτω δὲ Λίβυς καὶ τοὶ ἐγ Λίβυο-
ς̣ μ̣ι̣σθοῦ τὸν κᾶπον 〚Μ̣— — — — — — — —〛
〚— — — — — —〛 ὅσου κα δοκῆι [κα]λ̣ῶς ἔ-
[χειν, τὸ δὲ μίσθωμ]α̣ ἀποδιδόντω Θευδα̣[ι]-
15 [σίου, ὥστε ἀργύριο]ν̣ ὑπάρχειν ἐς τὰν θυ-
[σίαν Πεταγειτν]ύο̣υ ἑκκαιδεκάται κ̣[αὶ]
[ἑπτακαιδεκάται· σ]τ̣ρώματα δὲ παρε-
[χόντω ἐπὶ τὰγ κλίναν τῶι] Ἡρακλεῖ καὶ τᾶ[ι]
[Ἥραι καὶ τᾶι Ἥβαι? ἐν τα]ῖ̣ς̣ νευμηνίαις.
20 [καθαιρόντω δὲ καὶ τὰς] ε̣ἰκ̣όνας τὰς τ-
[ῶν προγόνων τῶν Διομέ]δ̣οντος καὶ στ-
[εφανούντω τὰ ἀγάλματ]α ἐπεί κα πανά̣[γ]-
[υρις ἦι· ἱεράσθω δὲ τοῦ] Ἡρακλεῦς νῦν̣
[μὲν Διόδοτος?, τὸ δὲ λοιπ]ὸ̣ν̣ ἀεὶ ὁ̣ πρεσβύτ̣-
25 [ατος τῶν Διομέδοντος ἐγγόν]ω̣ν· θυόντω δὲ
[τῶι μὲν Ἡρακλεῖ καὶ τᾶι Ἥβ]α̣ι? μόσχον [ἢ]
[ἔριφον καὶ αἶγα?, τῶι δὲ Διον]ύ̣σωι αἶγα ἢ
[ἔριφον, τᾶι δὲ Ἥραι? ἔριφ]ον ἢ αἶγα, τοῖς
[δὲ Πατρώιοις Θεοῖς?, ὧν] τ̣ο̣ὶ βωμοὶ ἐν τ-
30 [ῶι τεμένει ἵδρυνται, αἶγα?], τ̣ᾶι δὲ Ἀφροδί[τ]-
[αι αἶγα ἢ χοῖρον?· ἐς δὲ τὸν ξενισ]μ̣ὸ̣ν̣ ταῖς μ-
[ὲν Μοίραις? θυόντω αἶγ]α ἢ χοῖρον, τῶ[ι]
[δὲ Πασίωι? μόσχον· τὰν σπονδ]ὰν δ’ ἦμεν
[ἄκρατον μὲν τῶι Διονύσωι καὶ τ]ῶ̣ι Ἡρακλ-
35 [εῖ καὶ τῶι Πασίωι?, κεκραμένα]ν̣ δὲ ταῖς ἄ[λ]-
[λαις θεαῖς καὶ αὐτῶι Διομέδ]οντι· ἱερ[ὰ]
[δὲ παρεχέτω ἄρτον ποτὶ τὰν] ἀ̣ρ̣τ̣οφαγ̣[ί]-
[αν? καὶ οἶνον καὶ μέλι ποτὶ τὰ]ν̣ σ̣πονδὰ̣[ν]
face B.I     {²vacat 1 versus
39 [κ]αὶ ξύλα ποτὶ τὰν θυσίαν· γ[έ]-
40 ρ̣η δὲ λαμβανέτω τοῦ ἱερέο[υ]
ἑκάστου σκέλος καὶ τὸ δέρμα̣·
ποιεῖν δὲ καὶ τὰν ἀποπυρίδα̣
κ̣ατὰ τὰ πάτρια· μὴ ἐξῆμεν [δὲ]
μηθενὶ τὰ οἰκήματα τὰ ποτ̣[ὶ]
45 τ̣ῶι τεμένει μηδὲ τὸ τέμε[ν]-
ος ἐξ〚ε〛ιδιάζεσθαι {²⁶ἐξιδιάζεσθαι}²⁶ μηδὲ πωλ[ε]-
ῖ̣ν μηδὲ ὑποτιθέμεν· αἰ δέ κά τ̣[ι]
δ̣έηι τῶν οἰκημάτων ἢ τοῦ [τ]-
εμένευς θεραπείας, ἐπισκ[ε]-
50 υαζόντων ἐκ τᾶς ποθόδου̣
ἕκαστα· εἰσαγώγιον δὲ διδό-
τω ὧι κα γένηται παιδίον, οἷ[ς]
μέτεστι τῶν 〚των〛 ἱερῶν, χο̣[ῖ]-
ρ̣ον, ἱερά, λιβανωτόν, σπονδ-
55 άν, στέφανον. vacat
II.56 τὰ δὲ ἀγάλματα καὶ τὰ ἀνα-
θήματα ἔστω ἐν τᾶι οἰκίαι̣
κ̣ατὰ χώραν ὥσπερ καὶ νῦν̣
ἔ̣χει. θύεν δὲ ἑκκαιδεκάται
60 μ̣ηνὸς Πεταγειτνύου καὶ
τὸν ξενισμὸν ποιεῖν τῶ[ι]
Ἡ̣ρακλεῖ, τὰν δ’ ἀποπυρίδα
ἑπτακαιδεκάται· ἐπιμηνί-
ους δ’ αἱρεῖσθαι τρεῖς κατ’ ἐ-
65 νιαυτόν, οἵτινες ἐχθυσεῦν̣-
ται τὰ ἱερὰ μετὰ τοῦ ἱερέως· ἐπι-
μελέσθων δὲ τοὶ ἐπιμήνιοι
ὧγ κα δέηι ποτὶ τὰν δέξ[ιν].
III.69 ἄ̣ν δέ τι δέηι ἐπισκευ̣[ῆς]
70 [ἢ τὸ] τέμενος ἢ ὁ κῆπ[ος ἢ]
[καὶ οἱ ξ]ενῶνες ἢ τὸ [οἰκη]-
[μάτιο]ν ἢ <ἡ> οἰκία ἢ [ἐπὶ τοῦ]
                   vacat
face C.III.73 [τεμένους θ]ε̣ρ̣απε[ί]α̣ς̣, [ἐξαιρεῖν τὸ πεπτω]-
κ̣ὸ̣ς̣ ἀ̣ρ̣γ̣ύριον ἀπὸ τῶν προσόδ̣ω̣ν̣ [τῶν προσ]-
75 [ελθου]σ̣ῶ̣ν ἀπὸ τοῦ τεμένο̣[υς καὶ τοῦ]
[κήπου κα]ὶ τῶν ξενώνων ὅσο̣ν̣ [ἂν φαίνη]-
[ται ἱ]κ̣ανὸν εἶναι· τὸ δὲ κατάλ̣ο̣ι̣[πον]
[ἀργ]ύ̣ρ̣ι̣ον καὶ τὰ ἐξαιρήματα δι̣α̣[ιρεῖν]
[κατ]ὰ μέρη, εἰς ἑκάστην δὲ θυσί[αν τῶι]
80 [ἐ]πιβάλλοντι μέρει χρᾶσθαι· μὴ ἐξέσ̣-
στω δὲ τοῖς κοινωνοῦσι τῶν ἱερῶγ̣ [γε]-
ω̣ργεῖν τὰ τεμένη μηδ’ ἐν τοῖς ξε̣[νῶσι]
ἐ̣νοικεῖν μηδ’ ἐν τῆι οἰκίαι τῆι ἐπὶ τ̣[οῦ τε]-
μένευς μηδὲ ἀποθήκηι χρᾶσθαι τῆ̣[ι λέσ]-
85 χ̣ηι τῆι ἐν τῶι ἱερῶι μηδὲ {ν} τῶι περιπάτω[ι],
ἂ̣μ μὴ πόλεμος ἦι. ἂν δέ τι[ς] τ̣ῶν [κα]τ’ ἀν-
δ̣ρογένειαν δόξηι τοῖς κ̣ο[ιν]ω̣νο̣[ῦσι τῶν]
ἱ̣ερῶν ἐνδειὴς εἶναι τοῖς̣ ἰ̣δ̣ί̣ο̣ι[ς] ἐπ[ὰ]ν̣ [γάμον]
σ̣υντελῆται, ποείτω τὸγ [γά]μ̣ο̣ν̣ [μηνὸς]
90 [Π]ε̣ταγειτνύου, ἑκκαιδεκάτηι μ̣ὲ̣[ν συν]-
αιγλίαν, ἑπτακαιδεκάτηι δὲ διαν̣[ομήν],
ἵνα ἡ θυσία τῶι Ἡρακλεῖ συντελ[ῆται κα]-
τὰ τὰ πάτρια, ὀκτωκαιδεκάτηι δ[ὲ ἡ συνα]-
γωγή, καὶ ἐν ταῖς λοιπαῖς ἡμέρ[αις συντε]-
95 λ̣είσθω ὁ γάμος· ἡ δὲ στρωμ̣ν̣[ὴ καὶ τὰ]
[ἀ]γάλματα τῶι Ἡρακλεῖ ἔστω̣ [κατὰ χώ]-
[ρ]α̣ν ὑπάρχοντα, ἔστ’ ἂν ὁ γάμ̣[ος συντε]-
[λε]σ̣θῆι· ἀφαιρεῖν δὲ ἀπὸ τῶν ἱερε[ίων, ἃ ἂν]
[δοκ]ῆι καλῶς ἔχειν ἐπὶ τὴν τράπεζ[αν τῶι]
100 [θεῶ]ι, τοῖς δὲ λοιποῖς πᾶσι, ὅσα ἐς ξε̣[νισμὸν]
[οἰκ]ε̣ίων, χράσθω ὁ τὸν γάμον ποιῶν· ἐ[φιέτω]
[δὲ] κ̣αὶ ὁ ἱερεὺς εἰς τοὺς γάμους τὰ γέρ[η τῶι]
[τὸ]ν γάμον ποιοῦντι λαβὼν ὀκτὼ δραχ[μὰς]
[ἐ]κ τῆς προσόδου, καὶ οἱ τὰς οἰκίας ἐκτ[η]-
105 μ̣ένοι τήν τε ἀνδρείαν καὶ τὴν γυναικ[εί]-
αν παρεχόντω εἰς τοὺς γάμους τὰς οἰκ[ί]-
ας παρεξελόμενοι οἰκήματα εἰς ἀπόθε̣-
σ̣ιν τῶν σκευῶν, ὁ δὲ τὴν ἀνδρείαν ἔχω̣ν̣
[π]α̣ρεχέτω τὴν οἰκίαν καὶ εἰς τὴν θυσί-
110 [αν κα]ὶ τὸν ξενισμὸν τοῦ Ἡρακλ̣[εῦς πάσας]
[τὰς ἡμ]έ̣ρας· τούτων δὲ [ἐπιμελέσθων οἱ]
[ἐπιμήνιοι ὅπως οἵ τε γάμοι μετὰ πάσης]
[εὐκοσμίας συντελεσθήσονται καὶ ὅπως?]
face D.III.114 [το]ῖς τέκνοις πάντ̣α̣ τ̣ὰ δέον-
115 [τ]α̣ παρασκευᾶτε· τοῖς δὲ ἐπι-
[μ]ε̣λομένοις ὅπως ἕκαστα συ̣[ν]-
[τε]λῆται καθὰ διαγέγραπται
[εἰ]ς δύναμιν εἶναι εὖ εἴη καὶ αὐ-
[τ]ο̣ῖς καὶ τοῖς ἐγγόνοις αὐτῶν.
120 ἀ̣νέθηκα δὲ καὶ λυχνίας δύο κα[ὶ]
λύχνους χαλκοῦς ἑπταπύ-
ρους δύο καὶ ἐσχάραν τετράγω̣-
[ν]ον καὶ κρατῆρα καὶ τάπητα
καὶ τράπεζαν καὶ στεφανίσκους
125 πέντε τοῖς ἀγάλμασιν χρυσοῦς̣
κ̣αὶ ῥόπαλα δύο καὶ θυμιατήρι[α]
τρία κατάχρυσα καὶ κλίνην, ὥσ-
τε πάντα ταῦτα ἱερὰ εἶναι τοῦ
Ἡρακλεῦς, καὶ βάθρον τῆς κλί-
130 νης καὶ κύκλον χαλκοῦν. εἰὰ[ν]
δέ τις τολμήσηι καταλύειν τ[ι]
[τ]ῶν ὑπὸ Διομέδοντος συν-
[τ]ε̣ταγμένων ἀδικῶν τὰ ἱερὰ
[κα]ὶ τοὺς προγόνους ὑπὲρ ὧ[ν]
135 [γέ]γραπται ἐν τῶι βωμῶι καὶ ἐ[ν]
[τ]ῆ̣ι στήληι, μὴ ἐπιτρέπειν τοὺ[ς]
[ἐ]γ̣ Διομέδοντος 〚— — — — —ω〛
γεγενημένους καὶ τοὺς ἐγγ[ό]-
[ν]ους αὐτῶν, ἀλλὰ βοηθεῖν
140 [τ]ο̣ῖς ἱεροῖς καὶ τοῖς προγόνοι[ς].
[σ]υνάγε̣ι̣ν δὲ τοὺς ἐπιμηνί̣-
[ου]ς καὶ εἰς τὴν αὔριον παρα-
[λ]αμβάνοντας οὓς ἂν αὐ-
[τ]οῖς δοκῆι· ἐπιμηνίους δὲ αἱρεῖσθ[αι]
145 [τ]ο̣ὺς ἐγ Διομέδοντος καὶ τοὺς ἐγγ[ό]-
[ν]ους αὐτῶν· ἂν δέ τις νόθος ὢν κρ[ι]-
[θ]εὶς γνωσθῆι μετέχειν τῶν ἱερῶ[ν],
μ̣ὴ ἐξέστω αὐτῶι μετέχειν τῶν
[ἱ]ε̣ρωσυνῶν. λαμβάνετε δὲ ἀπ[ὸ]
150 τ̣ῆς προσόδου ὥστε τῶι Πασίω[ι]
ε̣ἰς θυσίαν δραχμὰς πεντήκο[ν]-
τα, ταῖς δὲ Μοίραις τεσσαράκο[ν]-
τα· θυόντω δὲ τῶι Πασίωι κα̣[ὶ]
ταῖς Μοίραις οἱ κατ’ ἀνδρογένε[ι]-
155 [α]ν. ἀνέθηκα δὲ καὶ ὑαλίνας
[φιά]λας τέσσαρας καὶ χλανίδ[α]
[ἁλο]υργάν. διδόναι δὲ τοῖς Ἡ-
[ρακλ]έ̣οις μερίδας τοῖς συ[μ]-
[πομπε]ύ̣ουσι. vacat
160                      vacat
Search Help