[ ] Kos Isl. — Asklepieion — ca. 270-260 BC — LSCG 154
face A.I.1  ἐπὶ μονάρχου Θευκλεῦς μηνὸς Α̣[․․․․․․․18-20․․․․․․․ ἐπὶ προστατᾶν δὲ]
 Φιλωνίδα τοῦ Φιλίστου v Ἀναξικλ̣ε̣[ῦς τοῦ δεῖνος v Ἡροδότου τοῦ]
 Ἡρακλείτου v Ἐπικράτεος τοῦ Φίλωνο̣v τοῦ δεῖνος τοῦ δεῖνος v τοῦ δεῖνος τοῦ δεῖνος]·
 ἐξαγηταὶ εἶπαν Πασίας Θεσσαλοῦ v Ιπ̣[π— — τοῦ δεῖνος v ὁ δεῖνα]
5  Θευδώρου· v ὅπως ταί τε ἁγνεῖαι καὶ τοὶ κα̣[θαρμοὶ ταῖς θεαῖς κατὰ τοὺς ἱε]-
 ροὺς καὶ πατρίους νόμους συντελῶντα̣[ι· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι]
 ἐκκλησίαι ἑλέσθαι ἐπιστάτας ἐκ πάντων δύ[ο· τοὶ δὲ αἱρεθέντες ἐγδόντω]
 στάλας ἐργάξασθαι δύο καὶ παραλαβόντ̣[ες παρὰ τῶν νομοφυλάκων ἅπαντα]
 τὰ γεγραμμένα ἐν τοῖς ἱεροῖς νόμοις περὶ τ[ᾶν Δάματρος ἱερειᾶν καὶ τῶν]
10  καθαρμῶν ἀναγραψάντω ἐς ἑκατέραν [στάλαν κατὰ ταὐτὰ καὶ ἀναθέντω τὰν]
 μὲν ἐς τὸ ἱερὸν τᾶς Δάματρος ἐς τὸν ἐντὸς [πρόδομον, τὰν δὲ ποτὶ τῶι προθύ]-
 ρωι τοῦ Ἀσκλαπιείου· τὸ δὲ γενόμενον ἀνά[λωμα τελεσάντω τοὶ ταμίαι· αἰ δέ τι]-
 νές κα παρὰ τὰ γεγραμμένα ἐξαγῶνται πε[ρὶ τούτων ἢ μὴ συντελῶντι ταῦτα]
 ὡς γέγραπται, ἐνθύμιον αὐτοῖς ὡς ἀσε̣[βήσασιν ἐς τὸ θεῖον ἔστω· ἀναγραψάν]-
15  τω δὲ κατὰ ταὐτὰ τοὶ ἄνδρες τὰ γεγραμμέν[α περὶ τᾶν ἀλλᾶν ἱερειᾶν ἅπαν]-
 τα καὶ ἀναθέντω ἔς τε τὸ ἱερὸν τᾶς Ἀρτάμ̣[ιδος τᾶς Τοξίτιδος καὶ ἐς τὸ τᾶς]
 Λοχίας καὶ ἐς τὸ Ἀφροδίσιον· παραδόντω δὲ [καὶ ἀντίγραφα τούτων ἀναθέμεν]
 ἐς Ἰσθμὸν καὶ Ἁλάσαρναν· κατὰ ταὐτὰ δὲ κ[αὶ ἐς πόλιν παραδόντω ἀντίγραφα]
 εἷ τοὶ ἰατροὶ τάσσονται. ἔδοξε τᾶι βουλ[ᾶι καὶ τᾶι ἐκκλησίαι· γνώμα προστα]-
20  τᾶν· χρῆσθαι τᾶι τῶν ἐξαγητᾶν ἐφό̣[δωι].
IIa.21                Δάματρος Ὀλυμπία[ς τᾶς ἐμ πόλι?].
ἁγνεύεσθαι τὰν ἱέρην τῶνδε· v μυσαρῶι μ̣[ὴ συμμείγνυσθαι μηδὲ παρ’ Ἑκάτας]
 μηδὲ παρ’ ἥρωνα ἔσθεν μηδὲ ἐπιβαίνειν ἐ̣[φ’ ἡρῶιον μηδὲ ἐς οἰκίαν ἐσέρπεν ἐν ἇι]
 κα γυνὰ τέκηι ἢ ἐκτρῶι ἁμερᾶν τριῶν ἀφ’ ἇς [κα ἁμέρας τέκηι ἢ ἐκτρῶι, μηδὲ ἐς οἰ]-
25  κίαν ἐσέρπεν ἐν ὁποίαι κα ἄνθρωπος̣ [ἀποθάνηι ἁμερᾶν τριῶν ἀφ’ ἇς κα ἁμέρας]
 ὁ νεκρὸς ἐξενιχθῆι, μηδὲ τῶν θνασ[ιδίων μηδενὸς ἅπτεσθαι μηδὲ τῶν ὠμοδαΐ]-
 κτων μηδενὸς ἔσθεν· v τούτων τ[ῶμ μυσαρῶν αἴ τί κα τᾶι ἱερείαι συμβᾶι ποιεῖν]
 ὥστε παραμαρτεῖν, v ὅ τι μέγ κα μ[υσαρὸν φάγηι, περιταμέσθω χοίρωι θηλείαι]
 καὶ ἀπὸ χρυσίου καὶ προσπερμεία[ς καθαράσθω καὶ περιρανάσθω· αἰ δέ τί κα τῶν]
30  ἄλλων συμβᾶι, ἀπὸ χρυσίου καὶ [προσπερμείας περιρανάσθω καὶ καθαρὰ ἔστω].
 τὰ δὲ τέλεια ἅ κα ἀναλωθῆι ἐς τ[ὰν τελετὰν τᾶς ἱερείας, παρέχει ἁ πόλις ἅ]-
 παντα χωρὶς ἢ ἃ γέγραπται τὰ̣[ν ἱέρειαν παρέχεν· ἁ δὲ ἱέρεια ξενίζει τὸν]
 μόναρχον καὶ τὸς ἱεροποιὸς̣ [καὶ κάρυκας· τὰ δὲ ἐφέστια τᾶι Δάματρι ἐπι]-
 θύει ἁ <ἱ>έρεια. v ἁ ἱερωσύνα ταύτ̣[α ἔστω τριακάδος ․․․․12-14․․․․, πεντηκοσ]-
35  τύος Πολλωνδᾶν· τὰν ἱέρε[ιαν τελέζει ἁ πόλις].
IIb.36               Δάματρος τᾶ̣[ς ἐν Ἰσθμῶι?].
ἁγνεύεσθαι δὲ τὰν ἱέρειαν [τῶνδε· μυσαρῶι μὴ συμμείγνυσθαι μηδενὶ μη]-
 δὲ ἐπιβαίνειν ἐφ’ ἡρῶιον μη[δὲ ἐς οἰκίαν ἐσέρπεν ἐν ἇι κα γυνὰ τέκηι ἢ ἐκτρῶι]
 ἁμερᾶν τριῶν ἀφ’ ἇς κ̣[α ἁμέρας τέκηι ἢ ἐκτρῶι, μηδὲ ἐς οἰκίαν ἐσέρπεν ἐ]-
40  ν ὁποίαι κα ἄνθρωπος̣ [ἀποθάνηι ἁμερᾶν τριῶν ἀφ’ ἇς κα ἁμέρας ὁ νεκρὸς ἐξε]-
 νιχθῆι, μηδὲ τῶν θνα[σιδίων μηδενὸς ἅπτεσθαι μηδὲ τῶν ὠμοδαΐκτων μηδενὸς]
 ἔ̣σ̣θεν· τούτων̣ [τῶμ μυσαρῶν αἴ τί κα τᾶι ἱερείαι συμβᾶι, ὥστε παραμαρτεῖν],
[αἰ μ]έ̣γ̣ κά τι τῶμ μυ[σαρῶν φάγηι, περιταμέσθω χοίρωι θηλείαι καὶ ἀπὸ χρυ]-
[σίου κ]α̣ὶ προσπερ[μείας καθαράσθω καὶ περιρανάσθω· αἰ δέ τί κα τῶν ἄλλων]
45 [τῶγ γεγρ]α̣μμέν̣[ων παραμάρτηι, ἀπὸ χρυσίου καὶ προσπερμείας περιρανάσθω]
[— — — — —]ε̣να[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — —]#⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
face B.III.1 [αἰ δέ τίς κα ἀνὴρ ἐς τὸ ἱερὸν μάχαιραν σιδαρέ]αν ἐσενέγκηι ἰδιωτικὰν ἢ γυνὰ
[περόναν, ἐξενεικάτω καὶ τὸ ἱερὸν περιρα]ν̣άτω χρυσίωι καὶ προσπερμείαι·
[αἰ δέ κα ὁ σφαγεὺς ὁ φέρων τὸμ πέλυκυν ἢ τ]ὸ ξίφος τὸ ἱερὸν τούτων τι ποιήσηι,
[χρυσίωι καὶ προσπερμείαι περιρανάτ]ω̣.
5 [αἰ δέ τί κα ἄγαλμα καθιδρύηται] π̣οιησαμένα ἁ πόλις ἢ πριαμένα, καθαράτω
[αὐτὸ καὶ περιρανάτω χρυσίωι κ]α̣ὶ προσπερμείαι καὶ τελεσάτω ὀὶ τελέωι ἐπι-
[πόκωι καὶ ἀναθέτω εἷ κα ἱδρύητ]αι· κατὰ ταὐτὰ δὲ εἴ κα καὶ τᾶν τραπεζᾶν τις
[ἢ ἄλλο τι ἀνάθημα ἐπισκευᾶς δέητ]αι ἢ ἀποβλῆι ἢ καταγῆι ἢ τὸ ξίφος τὸ ἱερὸν
[ἀμβλυνθῆι, ἐπισκευαξάσθω καὶ κα]τὰ ταὐτὰ οἷσπερ τὸμ πέλυκυν γέγραπται,
10 [ἐξαρεσαμένα ἀναθέτω εἷπερ ἵδρυ]ν̣ται, καὶ καθαρὰ ἔστω.
[αἰ δέ τίς κα δήληται ἱερὸν ἱδρύσασ]θαι ὅτιοῦν ὁπειοῦν, θύσας θύματα τὰ νομι-
[ζόμενα καρπωσάτω ὅλα· ἐπεὶ δέ κα τα]ῦτα καρπωθῆι, οἴνωι κατασβέσας ἀνελὼν
[τὰν σποδὸν καὶ παραλαβὼν τὸ πῦρ τὸ] ἀίδιον καὶ τᾶς γᾶς ἀπὸ τοῦ βωμοῦ ὧ κα μετα-
[φέρηι τὰ ἱερά, καὶ ἐγ χύτραις ἐκ] τ̣οῦ ἱεροῦ μετ̣ενεικὼν καταβαλέτω ἐπὶ τὸμ
15 [βωμὸν τὸγ καινόν· τὰ δὲ ἀφιδρύματ]α ταῦτα περιρανάτω χρυσίωι καὶ προσπερμεί-
[αι καὶ τελεσάτω κατὰ τὰ γεγραμ]μένα.
[αἰ δέ κα νεκρὸς ἄταφος ἔν τινι δά]μωι ἢ θεσμὸς ἐμφανὴς ἦι ἢ <ὀ>στέον ἀνθρώπου,
[ἢ πρόβατον ἐσέλθηι ἔς τι τέμενος] ἢ νομὸς μὴ κεκαθαρμένος κατὰ τὸν νόμον
[τὸν ἱερόν, τὸμ μὲν νεκρὸν ἢ τὸ ὀ]στέον ἐκφερόντω καὶ θαπτόντω τοὶ δαμόται, εἷ
20 [κα ἦι τὸ ἱερόν· αἰ δέ τίς κα ἀγχισ]τεὺς ἢ κύριος ἦι τοῦ ἀποθανόντος ἢ ἐσελθόν-
[τος, τούτοις ἐπαγγελλόντ]ω̣ αὐταμερὸν ἐπεί κα πύθωνται· ἐπεὶ δέ κα ἐξαρθῆι
[ἅπαντα καὶ μηδὲν ἔτι αὐτῶ]ν̣ ἐμφανὲς ἦι, καθαράντω τὸ ἱερὸν τοὶ ἀγχιστεῖς·
[αἰ δέ κα μὴ ἔωντι ἀγχιστ]εῖς ἢ κύριοι, καθαράντω τοὶ δαμόται, εἷ κα ἦι τὸ ἱε-
[ρόν· κατακαλυπτέτω δὲ καὶ] ἐξαγέτω ἁ ἱέρεια Κοροτρόφον κατὰ τὰ νομι[ζ]ό-
25 [μενα ἐπὶ θάλασσαν καὶ θυέτω ὗ]ν ἢ ὄιν Κοροτρόφωι· ἐπεὶ δέ κα ταῦτα ποιήσων-
[τι, τὸν δᾶμον αὐταμερὸν καθαράντω κ]αὶ περιρανάντω ἀπὸ χρυσίου καὶ προσπερ-
[μείας· τὸ δὲ ἀνάλωμα τελεσάντω τοὶ τ]αμίαι τᾶς πόλιος τοῖς δαμόταις, αἴ κα μὴ
[ἔωντι ἀγχιστεῖς ἢ κύριοι τοῦ ἀποθ]α̣νόντος ἢ ἐσελθόντος· αἰ δέ κα ἐόντες
[ἀγχιστεῖς ἢ κύριοι μὴ ποιήσωντι κατὰ] τὰ γεγραμμένα, τοὶ δαμόται ἐξενει-
30 [κάντω καὶ καθαράντω· τὸ δὲ ἀνάλωμα πραξάν]τ̣ων παρὰ τῶν ἀγχιστέων ἢ κυρίων,
[καὶ ἁ πρᾶξις ἔστω τοῖς δαμόταις καθά]περ ἐγ δίκας· καθαίρεν δὲ καὶ τὰ ἴδι-
[α εἵματα καθάπερ τὸς μιαινομένος γέγρ]απται.
[αἰ δέ τίς κα ἔν τινι δάμωι ἀπάγξηται σχοι]νιδίωι, ὁ ἰδὼν πράτιστον καταλυσά-
[τω τὸν νεκρὸν καὶ εἵματι κατακαλυψάτω· τὸ] δὲ ξύλον ἐξ οὗ κα ἀπάγξηται, ἀπο-
35 [ταμὼν ἐξενεικάτω καὶ κατακαυσάτω καὶ τ]ὸ σχοινίον ὁ ἰδών· αἰ δέ κα ἱερεὺς ἴδηι,
[τὸμ παριόντα πράτιστον κελέσθω ταῦτα πο]ιεῖν.
[τὸν δὲ ἱαρήια παρέχοντα τᾶι πόλι ἢ ἰδιώται] θ̣ύοντι θεοῖς ἢ θεαῖς οἷσιν κυόεν-
[τα θύεν ὅσιόν ἐστιν, τὰν τιμὰν μὴ ἀπολαμβ]άνεν τῶν θυομένων ἱερείων ἅ κα
[μὴ κυόεντα ἐφευρεθῆι· τούτων δὲ τὰ κρέα τ]ὸμ πριάμενον ἀποδόμεν τῶι ἀ-
40 [ποδομένωι ὥστε κατακόψαι, αἴ κα τούτων ἦι ἀπο]φορά· τὸν δὲ ἀποδόμενον τὸ
[ἱερεῖον καταθέντα τὰν τιμάν, αἰ μέγ κα ἐφευρεθῆι] ὅτι οὐ κυόεν οὐκ ἀπέδοτο,
[ἀπολαβεῖν πᾶσαν· τῶν δὲ μὴ κυοέντων, αἴ κα μὴ τού]των ἦι ἀποφορά, ἀποδόμεν
[τὰν τιμὰν τῶι ἀεὶ πριαμένωι, τὸν δὲ καρπώσαντα τὸ] ἱαρήιον ἀποδόμεν τὰν τι-
[μὰν τᾶι Δάματρι].
45 [αἰ δέ τί κα ἱαρήιον ποτὶ τὸμ βωμὸν ἀγόμενον μὴ θέληι] ἕ̣π̣ε̣σθαι ἐπὶ θυσίαν,
[ὁ ἄγων τὸ στόμα αὐτοῦ ἁλσὶ καὶ κυμίνωι μέλιτι δεδευμένοι]ς περιψ̣[ασάτω]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us