[ ]
Kos Isl. — Asklepieion — ca. 270-260 BC — LSCG 154
See also:
face A.I.1 | ἐπὶ μονάρχου Θευκλεῦς μηνὸς Α̣[․․․․․․․18-20․․․․․․․ ἐπὶ προστατᾶν δὲ] |
Φιλωνίδα τοῦ Φιλίστου v Ἀναξικλ̣ε̣[ῦς τοῦ δεῖνος v Ἡροδότου τοῦ] | |
Ἡρακλείτου v Ἐπικράτεος τοῦ Φίλωνο̣[ς v τοῦ δεῖνος τοῦ δεῖνος v τοῦ δεῖνος τοῦ δεῖνος]· | |
ἐξαγηταὶ εἶπαν Πασίας Θεσσαλοῦ v Ιπ̣[π— — τοῦ δεῖνος v ὁ δεῖνα] | |
5 | Θευδώρου· v ὅπως ταί τε ἁγνεῖαι καὶ τοὶ κα̣[θαρμοὶ ταῖς θεαῖς κατὰ τοὺς ἱε]- |
ροὺς καὶ πατρίους νόμους συντελῶντα̣[ι· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι] | |
ἐκκλησίαι ἑλέσθαι ἐπιστάτας ἐκ πάντων δύ[ο· τοὶ δὲ αἱρεθέντες ἐγδόντω] | |
στάλας ἐργάξασθαι δύο καὶ παραλαβόντ̣[ες παρὰ τῶν νομοφυλάκων ἅπαντα] | |
τὰ γεγραμμένα ἐν τοῖς ἱεροῖς νόμοις περὶ τ[ᾶν Δάματρος ἱερειᾶν καὶ τῶν] | |
10 | καθαρμῶν ἀναγραψάντω ἐς ἑκατέραν [στάλαν κατὰ ταὐτὰ καὶ ἀναθέντω τὰν] |
μὲν ἐς τὸ ἱερὸν τᾶς Δάματρος ἐς τὸν ἐντὸς [πρόδομον, τὰν δὲ ποτὶ τῶι προθύ]- | |
ρωι τοῦ Ἀσκλαπιείου· τὸ δὲ γενόμενον ἀνά[λωμα τελεσάντω τοὶ ταμίαι· αἰ δέ τι]- | |
νές κα παρὰ τὰ γεγραμμένα ἐξαγῶνται πε[ρὶ τούτων ἢ μὴ συντελῶντι ταῦτα] | |
ὡς γέγραπται, ἐνθύμιον αὐτοῖς ὡς ἀσε̣[βήσασιν ἐς τὸ θεῖον ἔστω· ἀναγραψάν]- | |
15 | τω δὲ κατὰ ταὐτὰ τοὶ ἄνδρες τὰ γεγραμμέν[α περὶ τᾶν ἀλλᾶν ἱερειᾶν ἅπαν]- |
τα καὶ ἀναθέντω ἔς τε τὸ ἱερὸν τᾶς Ἀρτάμ̣[ιδος τᾶς Τοξίτιδος καὶ ἐς τὸ τᾶς] | |
Λοχίας καὶ ἐς τὸ Ἀφροδίσιον· παραδόντω δὲ [καὶ ἀντίγραφα τούτων ἀναθέμεν] | |
ἐς Ἰσθμὸν καὶ Ἁλάσαρναν· κατὰ ταὐτὰ δὲ κ[αὶ ἐς πόλιν παραδόντω ἀντίγραφα] | |
εἷ τοὶ ἰατροὶ τάσσονται. ἔδοξε τᾶι βουλ[ᾶι καὶ τᾶι ἐκκλησίαι· γνώμα προστα]- | |
20 | τᾶν· χρῆσθαι τᾶι τῶν ἐξαγητᾶν ἐφό̣[δωι]. |
IIa.21 | Δάματρος Ὀλυμπία[ς τᾶς ἐμ πόλι?]. |
ἁγνεύεσθαι τὰν ἱέρην τῶνδε· v μυσαρῶι μ̣[ὴ συμμείγνυσθαι μηδὲ παρ’ Ἑκάτας] | |
μηδὲ παρ’ ἥρωνα ἔσθεν μηδὲ ἐπιβαίνειν ἐ̣[φ’ ἡρῶιον μηδὲ ἐς οἰκίαν ἐσέρπεν ἐν ἇι] | |
κα γυνὰ τέκηι ἢ ἐκτρῶι ἁμερᾶν τριῶν ἀφ’ ἇς [κα ἁμέρας τέκηι ἢ ἐκτρῶι, μηδὲ ἐς οἰ]- | |
25 | κίαν ἐσέρπεν ἐν ὁποίαι κα ἄνθρωπος̣ [ἀποθάνηι ἁμερᾶν τριῶν ἀφ’ ἇς κα ἁμέρας] |
ὁ νεκρὸς ἐξενιχθῆι, μηδὲ τῶν θνασ[ιδίων μηδενὸς ἅπτεσθαι μηδὲ τῶν ὠμοδαΐ]- | |
κτων μηδενὸς ἔσθεν· v τούτων τ[ῶμ μυσαρῶν αἴ τί κα τᾶι ἱερείαι συμβᾶι ποιεῖν] | |
ὥστε παραμαρτεῖν, v ὅ τι μέγ κα μ[υσαρὸν φάγηι, περιταμέσθω χοίρωι θηλείαι] | |
καὶ ἀπὸ χρυσίου καὶ προσπερμεία[ς καθαράσθω καὶ περιρανάσθω· αἰ δέ τί κα τῶν] | |
30 | ἄλλων συμβᾶι, ἀπὸ χρυσίου καὶ [προσπερμείας περιρανάσθω καὶ καθαρὰ ἔστω]. |
τὰ δὲ τέλεια ἅ κα ἀναλωθῆι ἐς τ[ὰν τελετὰν τᾶς ἱερείας, παρέχει ἁ πόλις ἅ]- | |
παντα χωρὶς ἢ ἃ γέγραπται τὰ̣[ν ἱέρειαν παρέχεν· ἁ δὲ ἱέρεια ξενίζει τὸν] | |
μόναρχον καὶ τὸς ἱεροποιὸς̣ [καὶ κάρυκας· τὰ δὲ ἐφέστια τᾶι Δάματρι ἐπι]- | |
θύει ἁ <ἱ>έρεια. v ἁ ἱερωσύνα ταύτ̣[α ἔστω τριακάδος ․․․․12-14․․․․, πεντηκοσ]- | |
35 | τύος Πολλωνδᾶν· τὰν ἱέρε[ιαν τελέζει ἁ πόλις]. |
IIb.36 | Δάματρος τᾶ̣[ς ἐν Ἰσθμῶι?]. |
ἁγνεύεσθαι δὲ τὰν ἱέρειαν [τῶνδε· μυσαρῶι μὴ συμμείγνυσθαι μηδενὶ μη]- | |
δὲ ἐπιβαίνειν ἐφ’ ἡρῶιον μη[δὲ ἐς οἰκίαν ἐσέρπεν ἐν ἇι κα γυνὰ τέκηι ἢ ἐκτρῶι] | |
ἁμερᾶν τριῶν ἀφ’ ἇς κ̣[α ἁμέρας τέκηι ἢ ἐκτρῶι, μηδὲ ἐς οἰκίαν ἐσέρπεν ἐ]- | |
40 | ν ὁποίαι κα ἄνθρωπος̣ [ἀποθάνηι ἁμερᾶν τριῶν ἀφ’ ἇς κα ἁμέρας ὁ νεκρὸς ἐξε]- |
νιχθῆι, μηδὲ τῶν θνα[σιδίων μηδενὸς ἅπτεσθαι μηδὲ τῶν ὠμοδαΐκτων μηδενὸς] | |
ἔ̣σ̣θεν· τούτων̣ [τῶμ μυσαρῶν αἴ τί κα τᾶι ἱερείαι συμβᾶι, ὥστε παραμαρτεῖν], | |
[αἰ μ]έ̣γ̣ κά τι τῶμ μυ[σαρῶν φάγηι, περιταμέσθω χοίρωι θηλείαι καὶ ἀπὸ χρυ]- | |
[σίου κ]α̣ὶ προσπερ[μείας καθαράσθω καὶ περιρανάσθω· αἰ δέ τί κα τῶν ἄλλων] | |
45 | [τῶγ γεγρ]α̣μμέν̣[ων παραμάρτηι, ἀπὸ χρυσίου καὶ προσπερμείας περιρανάσθω] |
[— — — — —]ε̣να[— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — —]#⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
face B.III.1 | [αἰ δέ τίς κα ἀνὴρ ἐς τὸ ἱερὸν μάχαιραν σιδαρέ]αν ἐσενέγκηι ἰδιωτικὰν ἢ γυνὰ |
[περόναν, ἐξενεικάτω καὶ τὸ ἱερὸν περιρα]ν̣άτω χρυσίωι καὶ προσπερμείαι· | |
[αἰ δέ κα ὁ σφαγεὺς ὁ φέρων τὸμ πέλυκυν ἢ τ]ὸ ξίφος τὸ ἱερὸν τούτων τι ποιήσηι, | |
[χρυσίωι καὶ προσπερμείαι περιρανάτ]ω̣. | |
5 | [αἰ δέ τί κα ἄγαλμα καθιδρύηται] π̣οιησαμένα ἁ πόλις ἢ πριαμένα, καθαράτω |
[αὐτὸ καὶ περιρανάτω χρυσίωι κ]α̣ὶ προσπερμείαι καὶ τελεσάτω ὀὶ τελέωι ἐπι- | |
[πόκωι καὶ ἀναθέτω εἷ κα ἱδρύητ]αι· κατὰ ταὐτὰ δὲ εἴ κα καὶ τᾶν τραπεζᾶν τις | |
[ἢ ἄλλο τι ἀνάθημα ἐπισκευᾶς δέητ]αι ἢ ἀποβλῆι ἢ καταγῆι ἢ τὸ ξίφος τὸ ἱερὸν | |
[ἀμβλυνθῆι, ἐπισκευαξάσθω καὶ κα]τὰ ταὐτὰ οἷσπερ τὸμ πέλυκυν γέγραπται, | |
10 | [ἐξαρεσαμένα ἀναθέτω εἷπερ ἵδρυ]ν̣ται, καὶ καθαρὰ ἔστω. |
[αἰ δέ τίς κα δήληται ἱερὸν ἱδρύσασ]θαι ὅτιοῦν ὁπειοῦν, θύσας θύματα τὰ νομι- | |
[ζόμενα καρπωσάτω ὅλα· ἐπεὶ δέ κα τα]ῦτα καρπωθῆι, οἴνωι κατασβέσας ἀνελὼν | |
[τὰν σποδὸν καὶ παραλαβὼν τὸ πῦρ τὸ] ἀίδιον καὶ τᾶς γᾶς ἀπὸ τοῦ βωμοῦ ὧ κα μετα- | |
[φέρηι τὰ ἱερά, καὶ ἐγ χύτραις ἐκ] τ̣οῦ ἱεροῦ μετ̣ενεικὼν καταβαλέτω ἐπὶ τὸμ | |
15 | [βωμὸν τὸγ καινόν· τὰ δὲ ἀφιδρύματ]α ταῦτα περιρανάτω χρυσίωι καὶ προσπερμεί- |
[αι καὶ τελεσάτω κατὰ τὰ γεγραμ]μένα. | |
[αἰ δέ κα νεκρὸς ἄταφος ἔν τινι δά]μωι ἢ θεσμὸς ἐμφανὴς ἦι ἢ <ὀ>στέον ἀνθρώπου, | |
[ἢ πρόβατον ἐσέλθηι ἔς τι τέμενος] ἢ νομὸς μὴ κεκαθαρμένος κατὰ τὸν νόμον | |
[τὸν ἱερόν, τὸμ μὲν νεκρὸν ἢ τὸ ὀ]στέον ἐκφερόντω καὶ θαπτόντω τοὶ δαμόται, εἷ | |
20 | [κα ἦι τὸ ἱερόν· αἰ δέ τίς κα ἀγχισ]τεὺς ἢ κύριος ἦι τοῦ ἀποθανόντος ἢ ἐσελθόν- |
[τος, τούτοις ἐπαγγελλόντ]ω̣ αὐταμερὸν ἐπεί κα πύθωνται· ἐπεὶ δέ κα ἐξαρθῆι | |
[ἅπαντα καὶ μηδὲν ἔτι αὐτῶ]ν̣ ἐμφανὲς ἦι, καθαράντω τὸ ἱερὸν τοὶ ἀγχιστεῖς· | |
[αἰ δέ κα μὴ ἔωντι ἀγχιστ]εῖς ἢ κύριοι, καθαράντω τοὶ δαμόται, εἷ κα ἦι τὸ ἱε- | |
[ρόν· κατακαλυπτέτω δὲ καὶ] ἐξαγέτω ἁ ἱέρεια Κοροτρόφον κατὰ τὰ νομι[ζ]ό- | |
25 | [μενα ἐπὶ θάλασσαν καὶ θυέτω ὗ]ν ἢ ὄιν Κοροτρόφωι· ἐπεὶ δέ κα ταῦτα ποιήσων- |
[τι, τὸν δᾶμον αὐταμερὸν καθαράντω κ]αὶ περιρανάντω ἀπὸ χρυσίου καὶ προσπερ- | |
[μείας· τὸ δὲ ἀνάλωμα τελεσάντω τοὶ τ]αμίαι τᾶς πόλιος τοῖς δαμόταις, αἴ κα μὴ | |
[ἔωντι ἀγχιστεῖς ἢ κύριοι τοῦ ἀποθ]α̣νόντος ἢ ἐσελθόντος· αἰ δέ κα ἐόντες | |
[ἀγχιστεῖς ἢ κύριοι μὴ ποιήσωντι κατὰ] τὰ γεγραμμένα, τοὶ δαμόται ἐξενει- | |
30 | [κάντω καὶ καθαράντω· τὸ δὲ ἀνάλωμα πραξάν]τ̣ων παρὰ τῶν ἀγχιστέων ἢ κυρίων, |
[καὶ ἁ πρᾶξις ἔστω τοῖς δαμόταις καθά]περ ἐγ δίκας· καθαίρεν δὲ καὶ τὰ ἴδι- | |
[α εἵματα καθάπερ τὸς μιαινομένος γέγρ]απται. | |
[αἰ δέ τίς κα ἔν τινι δάμωι ἀπάγξηται σχοι]νιδίωι, ὁ ἰδὼν πράτιστον καταλυσά- | |
[τω τὸν νεκρὸν καὶ εἵματι κατακαλυψάτω· τὸ] δὲ ξύλον ἐξ οὗ κα ἀπάγξηται, ἀπο- | |
35 | [ταμὼν ἐξενεικάτω καὶ κατακαυσάτω καὶ τ]ὸ σχοινίον ὁ ἰδών· αἰ δέ κα ἱερεὺς ἴδηι, |
[τὸμ παριόντα πράτιστον κελέσθω ταῦτα πο]ιεῖν. | |
[τὸν δὲ ἱαρήια παρέχοντα τᾶι πόλι ἢ ἰδιώται] θ̣ύοντι θεοῖς ἢ θεαῖς οἷσιν κυόεν- | |
[τα θύεν ὅσιόν ἐστιν, τὰν τιμὰν μὴ ἀπολαμβ]άνεν τῶν θυομένων ἱερείων ἅ κα | |
[μὴ κυόεντα ἐφευρεθῆι· τούτων δὲ τὰ κρέα τ]ὸμ πριάμενον ἀποδόμεν τῶι ἀ- | |
40 | [ποδομένωι ὥστε κατακόψαι, αἴ κα τούτων ἦι ἀπο]φορά· τὸν δὲ ἀποδόμενον τὸ |
[ἱερεῖον καταθέντα τὰν τιμάν, αἰ μέγ κα ἐφευρεθῆι] ὅτι οὐ κυόεν οὐκ ἀπέδοτο, | |
[ἀπολαβεῖν πᾶσαν· τῶν δὲ μὴ κυοέντων, αἴ κα μὴ τού]των ἦι ἀποφορά, ἀποδόμεν | |
[τὰν τιμὰν τῶι ἀεὶ πριαμένωι, τὸν δὲ καρπώσαντα τὸ] ἱαρήιον ἀποδόμεν τὰν τι- | |
[μὰν τᾶι Δάματρι]. | |
45 | [αἰ δέ τί κα ἱαρήιον ποτὶ τὸμ βωμὸν ἀγόμενον μὴ θέληι] ἕ̣π̣ε̣σθαι ἐπὶ θυσίαν, |
[ὁ ἄγων τὸ στόμα αὐτοῦ ἁλσὶ καὶ κυμίνωι μέλιτι δεδευμένοι]ς περιψ̣[ασάτω] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |