[ ] Kos Isl. — Kos — mid-4th c. BC — Paton-Hicks 39 — SGDI III,1 3638 — LSCG 151C
See also:
1 [— — — — — — — — — — — — — —]ι #⁵⁶ ἐ̣νάτ̣α̣ι̣ ἐ̣ξ̣ ἰκάδος·
[ἥρωσι πᾶ]σιν(?) ὄι[ες τρεῖ]ς̣ τέλεωι· [θύ]ο̣νται κατὰ φυλ-
[άς, ὁ] μ̣ὲν τῶν Ὑλλ̣έων̣ π̣α̣ρ̣ὰ̣ τ̣ὸ̣ Ἡράκλειον, ὁ δὲ τῶν Δυμά-
ν̣ων παρὰ τὰ Ἀναξίλεα, ὁ δὲ τῶν Παμφύλεων ἐν Εἰτέαι
5 παρὰ τὸ Δαμάτριον· [ἐ]πὶ̣ τούτων ἑκάστωι ἱερὰ οὐλομέτ-
[ριον], ἡμίεκτον ἑκατέρων, καὶ κύλικες καιναὶ τρεῖς ἑ-
[κάσ]τ̣ωι καὶ πίναξ ἑκάστωι· ταῦτα παρέχοντι τοὶ ἱα-
[ροποιοὶ] καὶ θύοντι #⁵⁶ τρίται ἀνομένου· Ἡρακλεῖ ἐς Κο-
[․․5․․]τ̣ο̣ν ἀρὴν καυτός ⋮ τᾶι αὐτᾶι ἁμέραι· Ἡρακλεῖ
10 [ἐς ․․]σ̣σαλον βοῦς· τοῦτον θύει ὁ ἱαρεύς· τῶι δὲ
[θεῶι ἐφ]ερα δίδοται κριθᾶν τρία ἡμέδιμνα καὶ σπυ-
ρ̣ῶν̣ τ̣ρεῖς τεταρτῆς καὶ μέλιτος τέτορες κοτύλ-
εαι καὶ τυροὶ ὀΐεοι δυώδεκα καὶ ἰπνὸς καινὸς καὶ φρ-
υ̣γ̣ά̣νων ἄχθος καὶ ξύλεων ἄχθος καὶ οἴνου τρία
15 ἡμίχοα.                        vacat
                                  vacat
Search Help
Contact Us