ZPE 14 (1974) 21,I ZPE 14 (1974) 25,II
[ ] Thessalia (Pelasgiotis) — Atrax (Palaiokastro) — ca. 300-250 BC — SEG 25.666 — cf. ZPE 14 (1974) 28, Korrekturzusatz
1 [εἰπόν, τίς τόδε δῶμ]α̣ καὶ ἀ̣[ντί]α πᾶν ἐπόνη̣[σεν],
[στήσας σὺν πολλ]οῖς θύμασιν ἀνθέματα,
[ὄχθαισιν Πηνειοῦ ὑ]πὸλ̣ λόφον ἀνθεμ[ό]ε̣[ντα],
[ἧι ποσὶ δινοῦντ]α̣ι Να̣ΐδε̣ς̣ ἁβρόπεπλοι.
5 Ν[α]ϊά̣[σ]ιν Νύμφαισι κατ̣’ ἀγλαοε̣[ι]δ̣έ̣α̣ χῶρον
[δ]ῶ̣[μά] τ̣ε̣ ἵδ̣ρ̣[υ]σ[ε π]έ̣τ̣ρ̣οις καὶ [κέρατ’ ἀρ]γ̣υρ̣έ̣α̣
Ἄ̣ρ̣νεκλος προφρόνως, ἐκλυομ̣[ένην ὅθ’] ὑγείαν
ἐξ̣α̣[ῦτις] λά̣[χ’] ἑ̣ή̣ν, νοῦσον ἀπω̣σ[άμενος]·
αἷς πρέπει ἀθανάτους αὔξων τιμαῖσιν ὁ Σούου
10 υἱὸς ἐπηγλάϊσεν Ναϊάδων τέμενος.
                                                                 Ἀστίουν.
Search Help
Contact Us