[ ]
Thess. (Magnesia) — Demetrias — ca. 350-300 BC — GVI 1572 — McDevitt 886
| 1 | αἰνὴ Φερσεφόνεια ὅσιον δέχου ἄνδρα Ἀγαθοκλῆ, |
| πρὸς σὲ κατερχόμενον, χρηστοσύνης πρύτανιν· | |
| εὐσεβέων λειμῶνα κατοίκισον· ἦ γὰρ ἀληθὴς | |
| ψυχὴ καὶ καθαρὰ ζῶντι δίκαιος ἐνῆν. | |
| 5 | Ἀγαθοκλῆς |
| Ἀγαθωνύμου | |
| Κορίνθιος. |