[ ]
Thessalia (Magnesia) — Demetrias — after 217 BC — GVI 943
1 | Ἀντιγένης Σωτίμου· |
εἰς μακάρων νήσους με κατήγαγεν ἀγχόθι Μίνως, | |
θερμὰ κατ’ ἐνκεφάλου τραύματα δεξάμενον | |
καὶ δέμας ἐκ καμάκων πεπαλαγμένον, ἁνίκ’ Ἐνυὼ | |
5 | πεζὸν ἀπ’ Αἰτωλῶν ἀμφορόθυνεν Ἄρη |
Ἀντιγένη· Μάγνης δὲ δόμος καὶ πατρὶς ἔπολβος | |
ἡ Δημητριέων οὔ με κατωικτίσατο, | |
υἱὸν Σωτίμου τὸν γνήσιον· οὐδέ με Σωσὼ | |
μήτηρ· οὐ γὰρ ἔβην θῆλυς ἐπ’ ἀντιπάλους· | |
10 | ἀλλὰ τὸν ἡβητὴν σώιζων λόχον —— ἵστορα τῶνδε ——, |
Ζῆνα καὶ ὁπλίτην αὐλὸν Ἐνυαλίου, | |
καὶ τὸν Ἀλεξάνδρου χθόνιον τάφον, οὗ μέγα θάρσος, | |
ῥυόμενος, Θήβης ἀμφεκάλυψα κόνιν. |