[ ] Thessalia (Magnesia) — Demetrias — bef. 250 BC? — Thess. Mnemeia 215-219 (Prosthekai) — GVI 1606 — McDevitt 734
1 λυπρὸν ἐφ’ Ἡδίστηι Μοῖραι τότε νῆμα ἀπ’ ἀτράκτων
κλῶσαν, ὅτε ὠδῖνος νύμφη ἀπηντίασεν·
σχετλίη. οὐ γὰρ ἔμελλε τὸ νήπιον ἀνκαλιεῖσθαι,
μαστῶι τε ἀρδεύσειν χεῖλος ἑοῖο βρέφους.
5 ἓν γὰρ ἐσεῖδε φάος καὶ ἀπήγαγεν εἰς ἕνα τύμβον
τοὺς δισσούς, ἀκρίτως τοῖσδε μολοῦσα, Τύχη.
Search Help
Contact Us