[ ] Thess. (Magnesia) — Demetrias — ca. 250 BC — GVI 1748 — McDevitt 729 [bib.]
left.1 Ἡγησίστρατος
   Δερκύλου
 
right.1 σῶμα μὲν Ἥφαιστος κατενήρατο, κάλπις ἔχει δὲ
ὀστέα μου· θνήισκω δὲ οὐ νόσωι, ἀλλὰ τύχηι,
φῶρας τρεψάμενος. Νέμεσις δέ με, δαίμονος αἶσα,
3a <ὤλεσε, πρὶν τιμῆς καὶ χάριτός τι λαχεῖν>.
4 μορφὴ δ’ ἥδε μοί ἐστι· Πολυκράτεος δ’ ἐγενήθην
5 πατρός, ἀτὰρ μήτηρ Ἡγελοχίς μ’ ἔτεκεν. Ἁγίας Πολυκράτους.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server