[ ]
Thessalia (Perrhaibia) — Phalanna: Damasouli — 196-ca. 146 BC — JHS 33 (1913) 332,16 — ArchEph (1916) 21,274 — McDevitt 1174
1 | ἔ̣δοξε τ[ῆι πό]λ̣ει τῆι Φαλ̣[αν]ν̣[αί]- |
ων· ἐπειδή, ἐξαποσταλ̣[έ]ντων̣ | |
πρεσβευτῶν ὑπὸ τῆς πόλεως ἡμ[ῶ]- | |
ν̣ Θ̣αυμάνδρου τοῦ Παυσανίου, | |
5 | Ἀ̣ν̣τισθένους τοῦ Δερκύλου πρὸς̣ |
τὴν πόλιν τὴν Μητροπολειτῶν | |
ὑπὲρ δικαστηρίου ἐπὶ τὰς κατὰ | |
πόλιν δίκας καὶ εὐθύνας, κατηκ̣[ο]- | |
λούθησαν τοῖς παρακαλουμ̣έ- | |
10 | νοις ὑπ’ αὐτῶν καὶ τού<ς> τε πρεσβευτὰ̣[ς] |
ἐτίμησαν ταῖς καθηκούσαις τιμ- | |
αῖς καὶ ἐξέπεν<ψ>αν δικαστὰς Ἀν- | |
δρόνικον Ἀντιγόνου, Ἀριστοκράτ̣- | |
ην Ἐπινίκου, Μόνιμον Ἀνδρονίκου̣, | |
15 | καὶ γραμματῆ Κ̣ρ̣ατήσιπ<π>ο̣ν̣ Ἀπολ- |
λωνίδου, οἵτινες τήν τε ἐνδημίαν | |
κ̣αὶ ἀνα<σ>τροφὴν ἐποιήσαντο ἀξίω- | |
ς αὑτῶν τε καὶ τῆς ἐξαποστειλά- | |
σης πόλεως καὶ ἡμῶν, καὶ ἐν τα[ῖς] | |
20 | κρίσεσιν τοὺς μὲν πλείστους συ- |
νέλυσαν, τοῖς δὲ ἐπήνενκαν τὴ[ν] | |
δικαίαν ψῆφον, π̣ο̣ιοῦ<ν>τες ἀξίως ἑ- | |
κατέρων τῶν πόλεων· δεδόχθαι | |
τῆι πόλει τῆι Φ̣αλανναίων· ἐπαιν- | |
25 | έσαι τε τοὺς δικαστὰς καὶ τὸν γραμ- |
ματῆ καὶ ξένια πέμ̣ψ̣αι αὐτοῖς τὰ μέ̣- | |
γιστα παρ’ ἡμ[ῶ]ν ἀπὸ στατήρων δεκ- | |
απέντε, καλέσαι δὲ αὐτοὺς καὶ ἐ- | |
πὶ τὴν κοινὴν ἑστίαν τοὺς ταγοὺς | |
30 | τοὺς περὶ Θερσιμένην Κλεοξένου· |
ἀγαθὴ τύχη· δεδόσ<θ>αι Ἀνδρονίκωι | |
Ἀντιγόνου, Ἀριστοκράτηι Ἐπινίκο[υ], | |
Μονίμωι Ἀνδρον<ί>κου καὶ τῶι γραμμ- | |
ατεῖ αὐτῶν Κρατησίππωι Ἀπολλωνί- | |
35 | δ̣ου προξ{ξ}ενίαν {²⁶προξενίαν}²⁶, πολιτείαν, ἀσυλίαν, |
[ἔ]νκτησιν, ἀσφάλ̣ει̣αν καὶ̣ πολέμου | |
κ̣αὶ εἰρήνης καὶ αὐτοῖς καὶ ἐκ̣γόνοις καθά- | |
περ καὶ Φαλανναίο<ι>ς. —— ἐδόθη ἡ προξενία κ- | |
αὶ ἡ πολιτεία ἱερητεύοντος τοῦ Ἀσκληπ- | |
40 | ιοῦ Πολυμήλου τοῦ Ἀριστολάου, ταγευό- |
ντων Θερσιμένους τοῦ Κλεοξένου, Εὐβιότου | |
τοῦ Εὐμήλου, Σωτίμου τοῦ Δημύλου, Κλεοφ̣- | |
ά̣νους τοῦ Κλεοίτου, Διονυσίου τοῦ Ἀριστάρ- | |
[χο]υ· ἐπιμελὲς δὲ γενέσθω τοῖς ταγοῖς τοῖς πε̣- | |
45 | [ρὶ] Θερσιμένην Κλεοξένου ὅπως ἡ προξεν[ία] |
[ἥδε ἀναγραφῆι εἰς κίονα — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — —] |