[ ] Thessalia (Perrhaibia) — Phalanna: Damasouli — 196-ca. 146 BC — JHS 33 (1913) 332,16 — ArchEph (1916) 21,274 — McDevitt 1174
1 ἔ̣δοξε τ[ῆι πό]λ̣ει τῆι Φαλ̣[αν]ν̣[αί]-
ων· ἐπειδή, ἐξαποσταλ̣[έ]ντων̣
πρεσβευτῶν ὑπὸ τῆς πόλεως ἡμ[ῶ]-
ν̣ Θ̣αυμάνδρου τοῦ Παυσανίου,
5 Ἀ̣ν̣τισθένους τοῦ Δερκύλου πρὸς̣
τὴν πόλιν τὴν Μητροπολειτῶν
ὑπὲρ δικαστηρίου ἐπὶ τὰς κατὰ
πόλιν δίκας καὶ εὐθύνας, κατηκ̣[ο]-
λούθησαν τοῖς παρακαλουμ̣έ-
10 νοις ὑπ’ αὐτῶν καὶ τού<ς> τε πρεσβευτὰ̣[ς]
ἐτίμησαν ταῖς καθηκούσαις τιμ-
αῖς καὶ ἐξέπεν<ψ>αν δικαστὰς Ἀν-
δρόνικον Ἀντιγόνου, Ἀριστοκράτ̣-
ην Ἐπινίκου, Μόνιμον Ἀνδρονίκου̣,
15 καὶ γραμματῆ Κ̣ρ̣ατήσιπ<π>ο̣ν̣ Ἀπολ-
λωνίδου, οἵτινες τήν τε ἐνδημίαν
κ̣αὶ ἀνα<σ>τροφὴν ἐποιήσαντο ἀξίω-
ς αὑτῶν τε καὶ τῆς ἐξαποστειλά-
σης πόλεως καὶ ἡμῶν, καὶ ἐν τα[ῖς]
20 κρίσεσιν τοὺς μὲν πλείστους συ-
νέλυσαν, τοῖς δὲ ἐπήνενκαν τὴ[ν]
δικαίαν ψῆφον, π̣ο̣ιοῦ<ν>τες ἀξίως ἑ-
κατέρων τῶν πόλεων· δεδόχθαι
τῆι πόλει τῆι Φ̣αλανναίων· ἐπαιν-
25 έσαι τε τοὺς δικαστὰς καὶ τὸν γραμ-
ματῆ καὶ ξένια πέμ̣ψ̣αι αὐτοῖς τὰ μέ̣-
γιστα παρ’ ἡμ[ῶ]ν ἀπὸ στατήρων δεκ-
απέντε, καλέσαι δὲ αὐτοὺς καὶ ἐ-
πὶ τὴν κοινὴν ἑστίαν τοὺς ταγοὺς
30 τοὺς περὶ Θερσιμένην Κλεοξένου·
ἀγαθὴ τύχη· δεδόσ<θ>αι Ἀνδρονίκωι
Ἀντιγόνου, Ἀριστοκράτηι Ἐπινίκο[υ],
Μονίμωι Ἀνδρον<ί>κου καὶ τῶι γραμμ-
ατεῖ αὐτῶν Κρατησίππωι Ἀπολλωνί-
35 δ̣ου προξ{ξ}ενίαν {²⁶προξενίαν}²⁶, πολιτείαν, ἀσυλίαν,
[ἔ]νκτησιν, ἀσφάλ̣ει̣αν καὶ̣ πολέμου
κ̣αὶ εἰρήνης καὶ αὐτοῖς καὶ ἐκ̣γόνοις καθά-
περ καὶ Φαλανναίο<ι>ς. —— ἐδόθη ἡ προξενία κ-
αὶ ἡ πολιτεία ἱερητεύοντος τοῦ Ἀσκληπ-
40 ιοῦ Πολυμήλου τοῦ Ἀριστολάου, ταγευό-
ντων Θερσιμένους τοῦ Κλεοξένου, Εὐβιότου
τοῦ Εὐμήλου, Σωτίμου τοῦ Δημύλου, Κλεοφ̣-
ά̣νους τοῦ Κλεοίτου, Διονυσίου τοῦ Ἀριστάρ-
[χο]υ· ἐπιμελὲς δὲ γενέσθω τοῖς ταγοῖς τοῖς πε̣-
45 [ρὶ] Θερσιμένην Κλεοξένου ὅπως ἡ προξεν[ία]
[ἥδε ἀναγραφῆι εἰς κίονα — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us