[ ]
Thess. (Perrhaibia) — Phalanna: Damasouli — 196-ca. 146 BC — JHS 33 (1913) 332,16 — ArchEph (1916) 21,274 — McDevitt 1174
| 1 | ἔ̣δοξε τ[ῆι πό]λ̣ει τῆι Φαλ̣[αν]ν̣[αί]- |
| ων· ἐπειδή, ἐξαποσταλ̣[έ]ντων̣ | |
| πρεσβευτῶν ὑπὸ τῆς πόλεως ἡμ[ῶ]- | |
| ν̣ Θ̣αυμάνδρου τοῦ Παυσανίου, | |
| 5 | Ἀ̣ν̣τισθένους τοῦ Δερκύλου πρὸς̣ |
| τὴν πόλιν τὴν Μητροπολειτῶν | |
| ὑπὲρ δικαστηρίου ἐπὶ τὰς κατὰ | |
| πόλιν δίκας καὶ εὐθύνας, κατηκ̣[ο]- | |
| λούθησαν τοῖς παρακαλουμ̣έ- | |
| 10 | νοις ὑπ’ αὐτῶν καὶ τού<ς> τε πρεσβευτὰ̣[ς] |
| ἐτίμησαν ταῖς καθηκούσαις τιμ- | |
| αῖς καὶ ἐξέπεν<ψ>αν δικαστὰς Ἀν- | |
| δρόνικον Ἀντιγόνου, Ἀριστοκράτ̣- | |
| ην Ἐπινίκου, Μόνιμον Ἀνδρονίκου̣, | |
| 15 | καὶ γραμματῆ Κ̣ρ̣ατήσιπ<π>ο̣ν̣ Ἀπολ- |
| λωνίδου, οἵτινες τήν τε ἐνδημίαν | |
| κ̣αὶ ἀνα<σ>τροφὴν ἐποιήσαντο ἀξίω- | |
| ς αὑτῶν τε καὶ τῆς ἐξαποστειλά- | |
| σης πόλεως καὶ ἡμῶν, καὶ ἐν τα[ῖς] | |
| 20 | κρίσεσιν τοὺς μὲν πλείστους συ- |
| νέλυσαν, τοῖς δὲ ἐπήνενκαν τὴ[ν] | |
| δικαίαν ψῆφον, π̣ο̣ιοῦ<ν>τες ἀξίως ἑ- | |
| κατέρων τῶν πόλεων· δεδόχθαι | |
| τῆι πόλει τῆι Φ̣αλανναίων· ἐπαιν- | |
| 25 | έσαι τε τοὺς δικαστὰς καὶ τὸν γραμ- |
| ματῆ καὶ ξένια πέμ̣ψ̣αι αὐτοῖς τὰ μέ̣- | |
| γιστα παρ’ ἡμ[ῶ]ν ἀπὸ στατήρων δεκ- | |
| απέντε, καλέσαι δὲ αὐτοὺς καὶ ἐ- | |
| πὶ τὴν κοινὴν ἑστίαν τοὺς ταγοὺς | |
| 30 | τοὺς περὶ Θερσιμένην Κλεοξένου· |
| ἀγαθὴ τύχη· δεδόσ<θ>αι Ἀνδρονίκωι | |
| Ἀντιγόνου, Ἀριστοκράτηι Ἐπινίκο[υ], | |
| Μονίμωι Ἀνδρον<ί>κου καὶ τῶι γραμμ- | |
| ατεῖ αὐτῶν Κρατησίππωι Ἀπολλωνί- | |
| 35 | δ̣ου προξ{ξ}ενίαν {²⁶προξενίαν}²⁶, πολιτείαν, ἀσυλίαν, |
| [ἔ]νκτησιν, ἀσφάλ̣ει̣αν καὶ̣ πολέμου | |
| κ̣αὶ εἰρήνης καὶ αὐτοῖς καὶ ἐκ̣γόνοις καθά- | |
| περ καὶ Φαλανναίο<ι>ς. —— ἐδόθη ἡ προξενία κ- | |
| αὶ ἡ πολιτεία ἱερητεύοντος τοῦ Ἀσκληπ- | |
| 40 | ιοῦ Πολυμήλου τοῦ Ἀριστολάου, ταγευό- |
| ντων Θερσιμένους τοῦ Κλεοξένου, Εὐβιότου | |
| τοῦ Εὐμήλου, Σωτίμου τοῦ Δημύλου, Κλεοφ̣- | |
| ά̣νους τοῦ Κλεοίτου, Διονυσίου τοῦ Ἀριστάρ- | |
| [χο]υ· ἐπιμελὲς δὲ γενέσθω τοῖς ταγοῖς τοῖς πε̣- | |
| 45 | [ρὶ] Θερσιμένην Κλεοξένου ὅπως ἡ προξεν[ία] |
| [ἥδε ἀναγραφῆι εἰς κίονα — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — —] |