[ ] Thessalia (Achaia Phthiotis) — Thebai — reign of Augustus [Kram. 156] — PAAH (1972) 46,2 — cf. SEG 26.690
1 Δημοκρ[— — — — — — — — — — — — — — — — — — —]
Ἀντιγόνου τοῦ Τείμωνος ταμιεύοντος τὴν δε[υτ][ραν]
ἑξάμηνον τὴν ἐπὶ στρ(ατηγοῦ) Ἐπαινέτου
    μη(νὸς) Ὁμολῴου Σύντροφος καὶ Ἐλπὶς
5   καὶ Σύντροφος καὶ Ἀπατὴ ἡ καὶ Ζωσίμη οἱ ἀπη-
  λευθερωμένοι ὑπὸ Ἱπποκράτους τοῦ Ἀρκεσι-
  λάου Σκοτουσαίου ἔδωκαν ἕκαστος τὰ ἐκ τοῦ νό(μου) δ̣(ηνάρια) κβʹ (ἥμισυ)
  τῇ πόλει.
Ἡλίου τοῦ Φιδίου ταμιεύοντος τὴν
10 πρώτην ἑξάμηνον τὴν ἐπὶ στρατηγοῦ
Ἐπαινέτου ὁ φάμενος ἀπηλευθερῶσ-
θαι καὶ δεδωκὼς τῇ πόλει κατὰ τὸ διόρθω-
μα ἀργυρίου δ(ηνάρια) κβʹ (ἥμισυ) μηνὸς Ἀπολλωνίου
Σπόρος ὑπὸ Ἀγαθάνορος.
15 ταμιεύοντος τὴν βʹ ἑξάμηνον Τείμωνος τοῦ ἐν στρ(ατηγῷ) Ἀντι[γό]νει ἡ ἀπη-
λευθερωμένη Σ? κη {²⁷<ξ>[ενι]κῇ(?)}²⁷ δέδωκεν τὰ ἐκ τοῦ νό(μου) δ(ηνάρια) κβʹ (ἥμισυ) Ξενοκράτεα ὑπὸ Λέ-
τιδος {²⁷Λε[ον(?)]|τίδος (Daux)}²⁷ τῆς Καλλιξένου.
Ἀντιγόνου τοῦ Τείμωνος ταμιεύοντος τὴν
βʹ ἑξάμηνον τὴν ἐπὶ στρ(ατηγοῦ) Ἐπαινέτου ἡ φαμένη πρὸς
20 ἀπηλευθερῶσθαι καὶ δεδω̣κυῖα τῇ πόλει τὰ
κατὰ τὸν νό(μον) δ(ηνάρια) κβʹ (ἥμισυ) [— — — — — — —] Ἀθηνὼ ὑπὸ
Ἀπολλωνίου τοῦ Μητροδώρου ξενικῇ καὶ Τρυ-
φαίνης τῆς γυναικὸς αὐτοῦ
καὶ Εἰρ̣ή̣νη ὑπὸ Λεαίνης τῆς
25 Ἀπολλωνίου.
Search Help
Contact Us