1 | ․Ε․․․Ι#⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
Ο̣Υ̣ καὶ ἐπιγραφῆν[αι "ἡ πόλις ἡ Δημητριέων τοὺς ἐκ Μεσσήνης παραγενομένους] | |
[δικ]αστὰς Φιλέαν Φιλομάχ̣[ου, Νικομήδην Τρίτωνος, Φιλοκράτην Τρίτωνος] | |
[κ]αὶ τὸν γραμματέα Ἀριστέαν Ἀγάθ[ωνος ἀρετῆς ἕνεκεν" καὶ ἀνατεθῆναι αὐτὰς] | |
5 | [εἰ]ς τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ἀκραίου· γραφῆναι δ̣ὲ̣ [καὶ ἐπιστολὴν τοῖς συνέ]- |
δροις τοῖς Μεσσηνίων καὶ τῆι πόλει διότι χαριοῦ̣[νται τῶι δήμωι ἡμῶν] | |
πρόνοιαν ποιησάμενοι τοῦ καὶ παρ’ ἐκείνοις τὸ ψήφισ̣[μα ἀναγραφῆναι εἰς] | |
στήλην καὶ γενομένης τῆς ἐπάνω δηλουμένης ἐπιγ[ραφῆς παρ’ αὐτοῖς ἀνατεθῆ]- | |
ναι αὐτὴν εἰς τὸν ἐπιφανέστατον τόπον τῆς πόλεως, ὡ̣[σαύτως δὲ προνοή]- | |
10 | σαντες καὶ περὶ τοῦ δοθῆναι τόπον ἐπιφανῆ εἰς ὃν ἀνατεθήσ̣[ονται εἰκό]- |
νες ἔχουσα̣ι ἐπιγραφὴν "ἡ πόλις ἡ Δημητριέων Φιλέαν Φιλο[μάχου, Νικομή]- | |
[δ]ην Τρίτωνος, Φιλοκράτην Τρίτωνος ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας τῆς εἰς] | |
α̣ὑ̣τήν"· παρακαλέ[σαι δὲ αὐτο]ὺς καὶ ἀναγορεῦσαι ἐν τῶι ἀγῶνι [— — — —] | |
καθὼς ὑπογέγρα[πται· "ἡ πόλις ἡ Δ]ημητριέων στεφανοῖ τὴν πόλιν τ[ὴν Μεσσηνίων] | |
15 | χρυσῶι στεφάνωι [ἐπὶ τῶι ἀ]ποστεῖλαι δικαστὰς καὶ γραμματέ̣[α ἄνδρας κα]- |
λ̣οὺς καὶ ἀγαθούς, [ἀξί]ους τῆς ἑαυτῶν πόλεως καὶ τῆς Δημητριέ[ων· στεφα]- | |
[ν]οῖ δὲ καὶ τοὺς δικ[αστὰς] Φιλέαν [Φιλομάχου], Νικομήδην Τρίτωνος, [Φιλοκράτην] | |
Τρίτωνος ἕκασ[τον χρυσῶι στεφάνωι καὶ τὸν γραμμα]τέα Ἀρισ[τέαν Ἀγάθω]- | |
ν̣ος χρυσῶι στεφάν[ωι ἐπὶ τῶι γεγονέναι ἀνεγκλήτου]ς καὶ [δικαίους ἐν] | |
20 | τῆι δικαστεί[αι καὶ τὰς μὲν δίκας κεκρικέναι τὰς — —μ]έν[α]ς δικα[ίως καὶ κατὰ] |
τὰ δόγματα τὰ [τῶν συνέδρων καὶ τοὺς νόμους, τὰς δὲ ἄλλα]ς συνλε[λυκέναι κα]- | |
τὰ τὸ κάλλιστον"· [ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν δὲ αἱρεθέντα ἀ]ποδοῦν[αι Μεσσηνίοις] | |
τὰ γράμματα [καὶ τὸ ψήφισμα — — — — — — — — — — ἀκολ]ούθως τοῖς [ἐν τῶι ψηφίσ]- | |
ματι τεταγμ[ένοις — — — — — — — — — — — — — —]ΟΥΣ[— — — — — — — — — — — —] | |
25 | ΡΑΣ ἑκάστης [— — —· τοὺς δὲ στρατηγοὺς καὶ τοὺς νομοφύλακ]ας κ[αλέσαι τοὺς δικα]- |
στὰς καὶ τὸν γρα[μματέα ἐπὶ τὴν κοινὴν ἑστίαν· τὸ δὲ ἐ]σ̣ό̣μενον ἀ[νήλωμα εἰς] | |
τὴν ὑποδοχ[ὴν αὐτῶν δοῦναι τοὺς ταμίας· δοθῆναι δὲ ἑκάστω]ι καὶ ξέ[νια τὰ μέγι]- | |
στα ἐκ τῶν τῆ[ς πόλεως προσόδων κατὰ τὸν νόμον· ἔδοξε· ἔδοξ]ε καὶ [τῆι ἐκκλησίαι]. |
BCH
95 (1971) 544