[ ] Thessalia (Pelasgiotis) — Larisa? — ca. 50 BC — McDevitt 338
[— — — — — ἐπαινέσαι δὲ καὶ στεφανῶ]-
[σαι τὸν δῆμον τὸν Καρυστίων ἀρετᾶς]
[ἕνεκα καὶ εὐνοίας τῆς πρὸς τοὺς Λαρισαίους {²⁷Κραννωνίους}²⁷]
1 [διὰ τὸ ἄνδρας καλοὺς κἀγαθοὺς] ἐξαπο-
[στεῖλαι ․․․․․15-17․․․․․․]ΟΛ̣ΗΝ· ἐπαινέ-
[σαι δὲ καὶ τοὺς δικασ]τὰς τοὺς ἐξαπεσσ-
[ταλμένους — — — — —]ον Ἀριστοφίλου, Χαιρέ-
5 [— — — — —]οκρίτου, Ἀμφικλῆν 〚—〛 Ἀμφ[ι]-
[— — καὶ τὸ]ν γραμ<μ>ατῆ αὐτῶν Ἀριστόφιλον̣
[— — —]ονος ἐπὶ τῆι ἀναστροφῇ ᾗ πεποίην-
[ται ἐ]ν τῇ παρεπιδημίαι καὶ ἐπὶ τῶι διαδικά-
σαι δικαίως καὶ δεδόσθαι αὐτοῖς καὶ ἐγκό-
10 νοις προξενίαν, πολιτείαν, ἐπινομίαν, ἀσ-
φαλείαν πολέμου καὶ εἰρήνης καὶ τἆλλα τί-
μια πάντα ὅσα καὶ τοῖς λοιποῖς προξένοις·
καὶ τὸν ταμίαν τῆς πόλεως Φιλόλαον Πειθο-
λάου προνοηθῆναι ὅπως ἀναγραφῇ τόδε τὸ ψή-
15 φισμα εἰς κίονα λιθίνην καὶ [ἀν]α̣θεῖναι ἐν τῷ
ἱερῶι τοῦ Ἀσκλ[η]πιοῦ· προνοηθῆναι δὲ καὶ το[ὺ]ς
ταγοὺς τοὺς περὶ Ἡγησαρέτον, ὅπως διαπ[ο]-
σταλῇ τόδε τὸ ψήφισμα εἰς Κάρυστον πρὸς τ[ήν]
τε βουλὴν καὶ τὸν δῆμον καὶ παρακαλέσαι
20 τὸν δῆμον ὅπως ἀναγραφῇ εἰστήλην λιθίνην
καὶ σταθῇ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου.
Search Help
Contact Us