[ ] Thessalia (Pelasgiotis) — Larisa — 109/108 BC — McDevitt 1179 — BCH 123 (1999) 65-174 — SEG 49.621
1 [Ἀθη]ναίων ψήφισμα.
[ἐπὶ Ἰ]άσονος ἄρχοντος τοῦ μετ[ὰ Πολύκλει]-
[τον], ἐπὶ τῆς Αἰγεῖδος δεκάτης πρυ[τανείας ἧι]
[Ἐπι]φάνης Ἐπιφάνου Λαμπτρεὺς ἐγ[γραμμάτευ]-
5 [εν, Μ]ουνιχιῶνος ἐνάτῃ μετ’ εἰκάδς, δευτέρᾳ(?)]
[κα]ὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκ[λησία ἐν τῶι]
[θε]ά̣τρωι· τῶν προέδρων ἐπεψήφ[ιζεν ․․6-7․․]
[․5-6․․]ωνίδου Παιανιεὺς καὶ συμπ[ρόεδροι]·
[vv(?) ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι δήμωι· vv Α[․․6-7․․]
10 [․5-6․․]ρίου Ἐπιεικίδης εἶπεν· vv ἐπειδὴ [ἀποστα]-
[λέντω]ν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων π[ρεσβευ]-
[τῶν π]ρὸς τὴν πόλιν τὴν Λαρισαίων ὑπ[ὲρ τοῦ]
[δι]καστηρίου τοῦ κατὰ <τὸ> πρὸς Σικυωνί[ους σύμβο]-
[λον] vv ὁ δῆμος ὁ Λαρισαίων ἀποδεξά[μενος]
15 [τοὺς] πρεσβευτὰς καὶ βουλόμενος συντ̣[ηρεῖν]
[τὴν π]ρὸς Ἀθηναίους φιλίαν καὶ εὔνοιαν π[ροεχειρί]-
[σατο] δικαστὰς ἄνδρας καλοὺς καὶ ἀγαθο[ὺς καὶ ἀ]-
[ξίους] τοῦ ἡμετέρου δήμου Πάνδοκον καὶ Θ̣[εοπροπί]-
[δην] τοὺς Ἀλκότα, Φιλώταν ΙΦΕΡ․Α, Καφισία[ν Φανίου(?)],
20 [Ἀπ]ολλόδωρον Καλλίου, οἵτινες παραγ[ενόμε]-
[νοι] εἰς Σικυῶνα καὶ Ἀθήνας τήν τε ἀνα[στροφὴν]
[καὶ] ἐπιδημίαν ἐποιήσαντο ὃν τρόπο̣[ν ἐστὶν]
[ἐπι]β̣άλλον ἀνδράσι καλοῖς κἀγαθοῖ[ς καὶ τοὺς]
[ἔχ]οντας δίκας, οὓς μὲν συνέλυσαν [καὶ εἰς]
25 [ὁμό]νοιαν κατέστησαν, οἷς δὲ ἐδίκασαν [ἴσους αὑ]-
[τοὺς] παρασχόμενοι, ἔκριναν δὲ καὶ τὰς δίκα[ς ․c.7-8․․]
[․2-3․]ως ἀκολούθως τῶι συμβόλωι· vv ἵνα οὖν [ὁ δῆμος φαί]-
[νη]ται τιμῶν τοὺς ἀπὸ παντὸς τοῦ δικαί[ου ἀνεστραμ]-
[μέν(?)]ους δικαστάς, vvv ἀγαθῇ τύχῃ· vv δεδό[χθαι τῆι βου]-
30 [λῆι το]ὺς λαχόντας προέδρους εἰς τὴν ἐπιο[ῦσαν ἐκκλησί]-
[αν χ]ρηματίσαι περὶ τούτων, γνώμην δ[ὲ ξυμβάλλεσ]-
[θαι τῆς] βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βο[υλῆι ἐπαινέ]-
[σαι τὸν] δῆμον τὸν Λαρισαίων καὶ στεφανῶσ[αι χρυσῶι]
[στεφά]νωι ἐπὶ τῶι ἐξαφεσταλκέναι ἄνδρας [καλοὺς κἀγα]-
35 [θοὺς κα]ὶ ἀξίους ἑκατέρων τῶν πόλεων· ἐπ[αινέσαι δὲ]
[καὶ τοὺ]ς παραγεγονότας παρ’ αὐτοῦ δικασ[τὰς Πάνδο]-
[κον καὶ] Θεοπροπίδην τοὺς Ἀλκότα, Φιλώτα[ν ΙΦΕΡ․Α, Καφι]-
[σίαν Φ]ανίου(?), Ἀπολλόδωρον Καλλίου ἐπί τε [τῆι ἀναστροφῆι]
[ἧι πε]ποίηνται κατὰ τὴν ἐπιδημίαν καὶ ἐπ[ὶ τῶι τὰς κρίσεις]
40 [ἴσως] καὶ δικαίως διεξηχέναι καὶ στεφαν[ῶσαι ἕκαστον]
[αὐτῶν] θαλλοῦ στεφάνωι· καλέσαι δὲ καὶ ἐπὶ [ξένια ἐπὶ]
[τὴν κοι]νὴν ἑστίαν τῆς πόλεως.
Search Help
Contact Us