[ ]
Thess. (Pelasgiotis) — Larisa — 109/108 BC — McDevitt 1179 — BCH 123 (1999) 65-174 — SEG 49.621
| 1 | [Ἀθη]ναίων ψήφισμα. |
| [ἐπὶ Ἰ]άσονος ἄρχοντος τοῦ μετ[ὰ Πολύκλει]- | |
| [τον], ἐπὶ τῆς Αἰγεῖδος δεκάτης πρυ[τανείας ἧι] | |
| [Ἐπι]φάνης Ἐπιφάνου Λαμπτρεὺς ἐγ[γραμμάτευ]- | |
| 5 | [εν, Μ]ουνιχιῶνος ἐνάτῃ μετ’ εἰκάδ[ας, δευτέρᾳ(?)] |
| [κα]ὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκ[λησία ἐν τῶι] | |
| [θε]ά̣τρωι· τῶν προέδρων ἐπεψήφ[ιζεν ․․6-7․․] | |
| [․5-6․․]ωνίδου Παιανιεὺς καὶ συμπ[ρόεδροι]· | |
| [vv(?) ἔδοξ]εν τῆι βουλῆι καὶ τῶι δήμωι· vv Α[․․6-7․․] | |
| 10 | [․5-6․․]ρίου Ἐπιεικίδης εἶπεν· vv ἐπειδὴ [ἀποστα]- |
| [λέντω]ν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων π[ρεσβευ]- | |
| [τῶν π]ρὸς τὴν πόλιν τὴν Λαρισαίων ὑπ[ὲρ τοῦ] | |
| [δι]καστηρίου τοῦ κατὰ <τὸ> πρὸς Σικυωνί[ους σύμβο]- | |
| [λον] vv ὁ δῆμος ὁ Λαρισαίων ἀποδεξά[μενος] | |
| 15 | [τοὺς] πρεσβευτὰς καὶ βουλόμενος συντ̣[ηρεῖν] |
| [τὴν π]ρὸς Ἀθηναίους φιλίαν καὶ εὔνοιαν π[ροεχειρί]- | |
| [σατο] δικαστὰς ἄνδρας καλοὺς καὶ ἀγαθο[ὺς καὶ ἀ]- | |
| [ξίους] τοῦ ἡμετέρου δήμου Πάνδοκον καὶ Θ̣[εοπροπί]- | |
| [δην] τοὺς Ἀλκότα, Φιλώταν ΙΦΕΡ․Α, Καφισία[ν Φανίου(?)], | |
| 20 | [Ἀπ]ολλόδωρον Καλλίου, οἵτινες παραγ[ενόμε]- |
| [νοι] εἰς Σικυῶνα καὶ Ἀθήνας τήν τε ἀνα[στροφὴν] | |
| [καὶ] ἐπιδημίαν ἐποιήσαντο ὃν τρόπο̣[ν ἐστὶν] | |
| [ἐπι]β̣άλλον ἀνδράσι καλοῖς κἀγαθοῖ[ς καὶ τοὺς] | |
| [ἔχ]οντας δίκας, οὓς μὲν συνέλυσαν [καὶ εἰς] | |
| 25 | [ὁμό]νοιαν κατέστησαν, οἷς δὲ ἐδίκασαν [ἴσους αὑ]- |
| [τοὺς] παρασχόμενοι, ἔκριναν δὲ καὶ τὰς δίκα[ς ․c.7-8․․] | |
| [․2-3․]ως ἀκολούθως τῶι συμβόλωι· vv ἵνα οὖν [ὁ δῆμος φαί]- | |
| [νη]ται τιμῶν τοὺς ἀπὸ παντὸς τοῦ δικαί[ου ἀνεστραμ]- | |
| [μέν(?)]ους δικαστάς, vvv ἀγαθῇ τύχῃ· vv δεδό[χθαι τῆι βου]- | |
| 30 | [λῆι το]ὺς λαχόντας προέδρους εἰς τὴν ἐπιο[ῦσαν ἐκκλησί]- |
| [αν χ]ρηματίσαι περὶ τούτων, γνώμην δ[ὲ ξυμβάλλεσ]- | |
| [θαι τῆς] βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βο[υλῆι ἐπαινέ]- | |
| [σαι τὸν] δῆμον τὸν Λαρισαίων καὶ στεφανῶσ[αι χρυσῶι] | |
| [στεφά]νωι ἐπὶ τῶι ἐξαφεσταλκέναι ἄνδρας [καλοὺς κἀγα]- | |
| 35 | [θοὺς κα]ὶ ἀξίους ἑκατέρων τῶν πόλεων· ἐπ[αινέσαι δὲ] |
| [καὶ τοὺ]ς παραγεγονότας παρ’ αὐτοῦ δικασ[τὰς Πάνδο]- | |
| [κον καὶ] Θεοπροπίδην τοὺς Ἀλκότα, Φιλώτα[ν ΙΦΕΡ․Α, Καφι]- | |
| [σίαν Φ]ανίου(?), Ἀπολλόδωρον Καλλίου ἐπί τε [τῆι ἀναστροφῆι] | |
| [ἧι πε]ποίηνται κατὰ τὴν ἐπιδημίαν καὶ ἐπ[ὶ τῶι τὰς κρίσεις] | |
| 40 | [ἴσως] καὶ δικαίως διεξηχέναι καὶ στεφαν[ῶσαι ἕκαστον] |
| [αὐτῶν] θαλλοῦ στεφάνωι· καλέσαι δὲ καὶ ἐπὶ [ξένια ἐπὶ] | |
| [τὴν κοι]νὴν ἑστίαν τῆς πόλεως. |