[ ]
Thessalia (Pelasgiotis) — Krannon — Ag. Georgios-Boukhlar — not later than 141/0 BC [Kram. 67] — cf. SEG 15.371 — McDevitt 310
See also:
1 | Ὁμολουίοι δευτέρα, στραταγέ[ν]- |
τος τ[οῦ]ν Πετθαλοῦν Κρατεραί- | |
οι Διοδουρείοι Λασσαίοι. ταγευόν- | |
τουν Φείδουνος Κρατιππείοι, Ἀν- | |
5 | τιφάνει Κρατιππείοι, Φείδουνος |
Εὐδοξείοι, Πανταύχοι Ἀγασικρα- | |
τείοι, Ἀναξίπποι Μαρσυαίοι. ταμ[ιευ]- | |
όντουν Μενάνδροι Φιλοκλείοι, Φιλό- | |
κλει Ἀστοδαμείοι. ἐπειδεὶ ἁ πόλι̣[ς] | |
10 | ἐν δανείοις πλειόνεσσι ὑπάρχει δι- |
ὲ τὸς πεστάντας αὑτᾶ πολέμος κα̣[ὶ] | |
χρόνος εἵδε πλείονας ἕλκονθαι̣ τὰ | |
δάνεια. Ἀναξίπποι Μαρσυαίοι λέ- | |
ξαντος. ἔδοξε τοῦ κοινοῦ τᾶς πόλ- | |
15 | λιος πρέποντον ἔμμεν καὶ ἐπιτάδει- |
ον τοῖς πολίταις ἕκαστον ἐς τοῦν κα- | |
θ’ ἱτδίαν ἀντιλλάβεσθαι τᾶς πόλλι- | |
ος οὕστε μάλιστα μὲν ἐς πάντουν ἐ- | |
γ̣λύθει τοῦν δ[α]νείουν, εἰ δὲ μεί γε ἐς | |
20 | τοῦν πλείστουν, καὶ ἐπαγγέλλασθαι |
τᾶ πόλι τὸς δεύμενος παρ’ ἐκκλεισσίαι̣ | |
ἕκαστον καττό κε βελλείτει δούρραντα | |
τᾶ πόλι ἐν τὰ διεσαφειμένα δάνεια· | |
τὰμ μὰ ἐπαγγελλίαν ποιείσασσθα[ι] | |
25 | ἐν τᾶ Κρατεραίοι στραταγία καὶ τὸς ἐ- |
παγγελλαμένος ἐπαινείσαι τὰν πό- | |
λιν οὕστε φανερὸν εἶ πάντεσσι ὅτι ἁ | |
πόλις μναμονεύει τοῦν ἑαυτὰν εὐερ- | |
γετεισάντουν· τὸς μὰ ταμίας φροντί- | |
30 | σαι οὕστε πὰρ τοῦν ἐπαγγελλαμένουν |
γένειθει τᾶ πόλι ἁ δόσις τοῦν χρειμά- | |
τουν καττὰς ἐπαγγελλίας, ὀνγράφειμεν | |
μὰ τὸς ἐπα[γ]γελλαμένος ἐν κίονα λιθί- | |
ναν ἕκαστ̣ον αὐτοῦν πατρόθεν καθούς | |
35 | κε ἐπαγγέλλουνθαι, τὸν προῦτον ἐπα[γ]- |
[γ]ελλαμένον προῦτον καὶ τὸς ἄλλος ἔ- | |
[πειτα] κα[ττὸ] πλεῖθος τὸς ἐπαγγελλα- | |
[μένος καὶ] σταθεῖμεν τὰν κίονα ἐν ἀ- | |
[κροπόλει ἐν τοῦ ἐπιφ]ανεσστάτου τόπου· | |
40 | [․․․․․․․․․․․․․․․․․ τὸς μὰ] τ̣αμίας φροντίσαι |
[οὕστε ὅπου κε φαίνειθει] ἐπιτάδειον | |
[τοῦ ψηφίσματος ἀντίγραφον] ὀνγράφει[ν]· | |
[τὸ μὰ ἐν τάνε γενόμενον] ὀνάλ[ουμα] | |
[ἐν τοῖς λόγοις τᾶς πόλιος ὀνγ]ρα[φέμεν]. |