BCH 59 (1935) 37,face 2 BCH 59 (1935) 37,face 2[1]
[ ] Thessalia (Pelasgiotis) — Krannon — Ag. Georgios-Boukhlar — not later than 141/0 BC [Kram. 67] — cf. SEG 15.371 — McDevitt 310
1 Ὁμολουίοι δευτέρα, στραταγέ[ν]-
τος τ[οῦ]ν Πετθαλοῦν Κρατεραί-
οι Διοδουρείοι Λασσαίοι. ταγευόν-
τουν Φείδουνος Κρατιππείοι, Ἀν-
5 τιφάνει Κρατιππείοι, Φείδουνος
Εὐδοξείοι, Πανταύχοι Ἀγασικρα-
τείοι, Ἀναξίπποι Μαρσυαίοι. ταμ[ιευ]-
όντουν Μενάνδροι Φιλοκλείοι, Φιλό-
κλει Ἀστοδαμείοι. ἐπειδεὶ ἁ πόλι̣[ς]
10 ἐν δανείοις πλειόνεσσι ὑπάρχει δι-
ὲ τὸς πεστάντας αὑτᾶ πολέμος κα̣[ὶ]
χρόνος εἵδε πλείονας ἕλκονθαι̣ τὰ
δάνεια. Ἀναξίπποι Μαρσυαίοι λέ-
ξαντος. ἔδοξε τοῦ κοινοῦ τᾶς πόλ-
15 λιος πρέποντον ἔμμεν καὶ ἐπιτάδει-
ον τοῖς πολίταις ἕκαστον ἐς τοῦν κα-
θ’ ἱτδίαν ἀντιλλάβεσθαι τᾶς πόλλι-
ος οὕστε μάλιστα μὲν ἐς πάντουν ἐ-
γ̣λύθει τοῦν δ[α]νείουν, εἰ δὲ μεί γε ἐς
20 τοῦν πλείστουν, καὶ ἐπαγγέλλασθαι
τᾶ πόλι τὸς δεύμενος παρ’ ἐκκλεισσίαι̣
ἕκαστον καττό κε βελλείτει δούρραντα
τᾶ πόλι ἐν τὰ διεσαφειμένα δάνεια·
τὰμ μὰ ἐπαγγελλίαν ποιείσασσθα[ι]
25 ἐν τᾶ Κρατεραίοι στραταγία καὶ τὸς ἐ-
παγγελλαμένος ἐπαινείσαι τὰν πό-
λιν οὕστε φανερὸν εἶ πάντεσσι ὅτι ἁ
πόλις μναμονεύει τοῦν ἑαυτὰν εὐερ-
γετεισάντουν· τὸς μὰ ταμίας φροντί-
30 σαι οὕστε πὰρ τοῦν ἐπαγγελλαμένουν
γένειθει τᾶ πόλι ἁ δόσις τοῦν χρειμά-
τουν καττὰς ἐπαγγελλίας, ὀνγράφειμεν
μὰ τὸς ἐπα[γ]γελλαμένος ἐν κίονα λιθί-
ναν ἕκαστ̣ον αὐτοῦν πατρόθεν καθούς
35 κε ἐπαγγέλλουνθαι, τὸν προῦτον ἐπα[γ]-
[γ]ελλαμένον προῦτον καὶ τὸς ἄλλος ἔ-
[πειτα] κα[ττὸ] πλεῖθος τὸς ἐπαγγελλα-
[μένος καὶ] σταθεῖμεν τὰν κίονα ἐν ἀ-
[κροπόλει ἐν τοῦ ἐπιφ]ανεσστάτου τόπου·
40 [․․․․․․․․․․․․․․․․․ τὸς μὰ] τ̣αμίας φροντίσαι
[οὕστε ὅπου κε φαίνειθει] ἐπιτάδειον
[τοῦ ψηφίσματος ἀντίγραφον] ὀνγράφει[ν]·
[τὸ μὰ ἐν τάνε γενόμενον] ὀνάλ[ουμα]
[ἐν τοῖς λόγοις τᾶς πόλιος ὀνγ]ρα[φέμεν].
Search Help
Contact Us