[ ]
Thessalia (Perrhaibia) — Chyretiai (Domeniko) — 191 BC — McDevitt 1130
1 | [στρατ]η[γ]ο[ῦ]ν[το]ς Ο[ἰ]ν[ίο]υ [τ]ο[ῦ] Ξενο[κ]ρά- |
[τ]ους Γοννέως, ἱερέως δὲ τοῦ Ἀσκ[λ]ηπιοῦ | |
ἐν Χυρετίαις Ἀγασιδήμου τοῦ Φιλοξ[έ]- | |
[ν]ου, μηνὸς Ἀρτεμισίου τετράδι· προ[σ]τα- | |
5 | τοῦντος δὲ τῶν ἀρχοστασίων Εὐδήμου |
[τ]οῦ Ἀντιφάνου, συνταγευόντων Παυσανί- | |
ου τοῦ Ἀλεξάνδρου, Νικολάου τοῦ Φιλο- | |
[ξ]ένου· ἔδοξεν τῇ Χυρετιέων πόλει ἐν | |
[τ]οῖς ἀρχοστασίοις, ὁμογνωμονούντων | |
10 | τῶν πολιτῶν, Σέξτῳ Ὀρφιδιηνῷ Μάρκου υἱ- |
ῷ, Ῥωμαίῳ, δεδόσθαι αὐτῷ τε καὶ ἐγγόνοι[ς] | |
[π]ροξενίαν, ἐπινομίαν, ἔγκτησιν, ἀσφάλειαν | |
[π]ολέμου τε καὶ εἰρήνης καὶ τὰ λοιπὰ τίμια, | |
[ὅ]σα καὶ τοῖς λοιποῖς προξένοις εἰσίν, ἐ- | |
15 | [π]εί, παρεπιδημήσας εἰς Χυρετίας, τήν τ[ε] |
[π]αρεπιδημίαν ἐποιήσατο ὡς πρέπον ἐ[σ]- | |
[τ]ὶ ἀνδρὶ [κ]αλῷ κἀγαθῷ καὶ {τὴν} περὶ τὴν | |
[τ]ῶν ἐπισκήνων ὁρμὴν τὴν πᾶσαν σπο[υ]- | |
[δ]ὴν καὶ πρόνοιαν ἐποιήσατο περὶ τῆς Χυρε- | |
20 | [τ]ιέων πόλεως τοῦ μὴ ἀδικηθῆναι· καὶ το[ῦ]- |
[το] τὸ ψήφισμα ἀναγραφῆναι ἐν τῇ ἐν Χυ[ρε]- | |
[τί]αις ἀγορᾷ, ἐν τῷ ἐπιφανεστάτῳ τ[ό]- | |
[π]ῳ εἰς κίονα λιθίνην· καὶ τὴν γενομ[έ]- | |
[νη]ν εἰς τὴν ἀναγραφὴν δαπάνην | |
25 | δο[ῦ]ναι 〚․․․〛 τοὺς ταμίας ἀπὸ τῶν [πο]- |
[λ]ιτικῶν προσόδων· μάρτυρες Οἰνο- | |
[κ]λῆς Θεοπόμπου, Ἁρμόδιος Μενε[τ]- | |
[τ]ίου, Ἀντίσκων Μελ[α]νθίου, Χυρετι- | |
εῖς. vacat |