[ ]
Crete, Ctr. — Lato pros Kamara — after 116/5 BC — Hesperia 58 (1989) 118, 1
See also:
1 | Κλητώνυμος |
Μναστοκλεῖος, | |
χαῖρε. | |
εἰ Λίνδος̣ Κ̣λ̣ε̣ό̣β̣[ο]υλον ἐθρέψατο Σισυ[φί]δων δὲ | |
5 | χθὼν [Π]ε̣[ρί]α̣ν̣δρον, ἄκρους ἑπτὰ σοφῶν κανόν[ας], |
οὐ μ̣έ̣γ̣α· κ̣αὶ Λ̣ατὼς γὰρ ἐνέγκατο τόνδ[ε] σοφιστὴν̣ | |
ὄ̣[γ]δο̣ο̣ν̣ [ε]ὐμαθοῦς κοίρανον ἱστορίης, | |
πιστὸν ἔ̣ρ̣[εισ]μα νό<μ>ων Κλητώνυμον αἰνετὸν υἷα̣ | |
Μ̣ν̣αστ̣[οκ]λέους ὃν [ἅ]πᾶς δῆμος ἐπῳκτίσατο· | |
10 | οὐ γὰ̣ρ̣ [ἐπλ]ήρωσεν γήραι βίον, ὡς δέ τις ἀστὴρ |
λάμψα̣ς ἐσβέσ̣θη̣ δαίμονος ἀκρισίαις | |
πατρίδα ῥυόμενος̣ βουλαῖς· ἀγαθῇ δὲ προνοίᾳ | |
οἶκον ὃν οἱ δόξης κίονες ἐκράτεσαν· | |
τρι̣σ̣σοὺς γὰρ λίπε παιδὰς ἑοὺς· ἀρετὴ δὲ τὰ το̣[ύ]το̣[υ] | |
15 | τείμια κηρύξει κἠν Ἀΐδαο δόμοις. |