SEG 35:989
[ ] Crete, Ctr. — Knossos: Ano Fortetsa — 2nd/1st c. BC — KretChr 2 (1948) 93-108 — BCH 109 (1985) 189-194; 200
1 οἱ Ἐπίλυκοι· Θύχασις, Θ̣εάν-
γελος, Αἴολος Ἐτεάρχω,
Πηράντας Λατίμωι,
Δεινομένης Δεξίνα,
5 Ἐξάκων Σάμω,
Πειθίας Κοίχιος·
κατὰ πρόσταγμα
σὺν θεοῖς πᾶσι καὶ
τῶι πατρὶ καὶ
10 Ἀρτέμιδι Σκοπελίτι,
καὶ τὸς ἀφεταίρος
καὶ Ἀσσυρίας
ἀπὸ τῶ ἱερῶ ἀπέ-
χεθθαι καὶ τὰ κα-
15 τάλοιπα ἐμὶν μελησεῖ,
Κιθαριστὰς
Ἀριστόδαμος
Διοκλεῖος·
Ἀνεξέλεντα ἤτω τὰ ἐγὼ
20 πράσσω καὶ μὴ ἀψυχῆν, σὺν
θεοῖς πάνσιν τ(ὰ) κατάλοιπα
ἐμὶν μελησεῖ· ἕρπεν ἐπὶ τὰ[ν]
προκειμέναν χρήιαν, ὅπυι κ[α]
παρανκελθῆι.
Search Help
Contact Us