[ ]
Crete, W. — Tallaion Antron (Melidoni) — 2nd c. AD — IC II xxviii 2 — BPEC 4 (1983) 113-116 (C. Gallavotti)
See also:
1 | Ἄρτεμις ἡ Σαλουΐου θυγάτηρ. |
οὔρεσι Ταλλαίοις ἱδρυμένε Μαιάδος Ἑρμᾶ, | |
σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος, | |
ἥν<τε> σε Σάλουιος Μηνᾶς λοιβῇσι γεραίρει | |
5 | κτήσιος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς· |
καὶ πρὶν μὲν Ζώης ἀλόχου φάος εἰσοροώσης | |
σὺν κείνῃ κατ’ ἔτος τούσδ’ ἐγέραιρε τόπους· | |
ἀνθ’ ὧν δ’ ἐγχρονίσας ἐφετήσιον οὐκ ἀπέδωκε, | |
συμβίου ἁγνοτάτης τοῦδε καταφθιμένης, | |
10 | ἀλγήσας φρένα πολλά· μαθὼν δ’ ὅτι δεῖ τά γε θεῖα |
τιμᾶν, δηναιὴν τήνδ’ ἔπορεν θυσίην· | |
καὶ σὺ δὲ παντοκράτωρ, Ἐριούνιε, τόνδε φυλάσσοις | |
σῶον, ὅπως τιμᾷ σὸν δι’ ὅλου τέμενος |