[ ] Crete, Ctr. — Lato pros Kamara (H.Nikolaos) — 2nd/1st c. BC — ArchEph (1980) 31, 41
1 ὦ ξένε, μὴ ῥοθίοισι ποσὶν
παραμείβεο τάνδε /
ἀτραπόν, ἀλλ’ ἐσιδὼν πετρο-
κόλαπτον ἔπος /
5 ἴσθι νέαν πάνυ τάνδε νέαις̣ τεθα-
λυῖαν ἐν ὥρα<ι>ς /
κεκλιμέναν, δ<ι>σσοὺς παῖδας ἐν ὀρ-
φανίαι /
λείπουσαν γονέας τε λυγρὸν
10 περὶ πένθος ἔχοντας /
ἧς χάριν, ἣ πινυτὴν ἔσχε σαοφρο-
σύνην, /
Τειμωνίς· μογερὰ δ<έ> ἑ σείνατο
νοῦσος ἀτερπής· /
15 τοὔν̣ε̣[κ]α ταῦτ̣’ ἐ̣σιδὼν δ[άκ]ρ̣[υ χέ]-
α̣ς̣ πά[ρι]θι. /
Search Help
Contact Us