[ ] Crete, E. — Hierapytna (Hierapetra) — 2nd c. AD — ArchEph (1980) 1, 1
1 καὶ ὑπὲρ τῆς ἱερᾶς συνκλήτου αἰωνίου
διαμονῆς {²vac.}² Ἐξάκων Σώτωνος τὸ κατά-
λυμα τῶν ἁ̣λ̣ωρῶν καὶ τὰ παρακείμενα αὐ-
τῷ οἰκήματα πάντα κατασκευάσας ἐκ τῶν ἰ-
5 δίων ἀνηλωμάτων ἐκ θεμελίων παρέδωκε τῇ Ἱε-
ραπυτνίων πόλι, καθὼς ὑπέσχ<ε>το πρηγιστε̣ύ̣ων πα-
ραλαβὼν τὸν τόπον ἀπὸ τῆς πόλεος· ἀπιερώθη
ἐπὶ Λουκίου Λα̣ι̣κανίου Βάσσου Πακκίου Παιλίγνου ἀνθυπά-
του, πρωτοκοσμοῦντο<ς> δὲ Ζωίλου τοῦ Ζωίλου.
Search Help
Contact Us