[ ] Crete, W. — Kydonia (Chania) — undated — ArchCl 29,1 (1977) 83, 13 [1]
1 [ἐνθάδ’ ἀποφθιμένους ὁ πατὴρ] παῖδας, [ξέν’], ἔ̣θ̣[α]ψ[ε],
[κείμεθα δ’ ἄμφω ὁμοῦ φαιδρ]ωπῷ τῷδ’ ἐνὶ λίθῳ·
[καὶ μετὰ παῖδας Ἀριστοτ]έ̣λους δύο τῇδε τεθῆναι
[ἄλλους οὐ θέμις ἐστ’, ο]ὐ γὰρ τοῦτ’ εὐκταῖον ἡμεῖν,
5 [ῥήτορι κλεινῷ Μαξι]μίῳ θ’ ἅμα καὶ Πολιλάμπῃ
[χρυσοχόῳ σοφῷ· α]ἰανὴ δ’ ἕπεται λύμη̣ς ζη̣μία,
[ὃς ἐν θήκῃ τῇδε τ]ι[θ]ῇ τινα ἤ μιν ἀνοίξ[ῃ]·
[ἐνθέμεν οὔτινα γὰρ θ]έμις ἦν τῇ λάρνακι ταύτῃ.
Search Help
Contact Us