[ ] Crete, Ctr. — Gortyna — 170-164 BC? — IC IV 244 — ArchCl 29,1 (1977) 66, 2 (W. Peek) — Vidman 165
See also:
1 [σῶν μεγάλων ἀρετῶν χάριν, Ἶ]σι πλουτοδότειρα,
[ἀντιδιδοὺς ⏑⏑––⏑⏑ —]ω̣ν Πύροος
[ἵδρυσεν εὐξάμενος δεκαπή]χ̣εα τόνδε κολοσσόν
[στήσας –⏑⏑– κίονος ἐ]ν̣ κορυφῆι.
5 [ἦ κίνδυνος ὄρωρε καὶ ἄμμι]ν̣, ὅτ’ ἤλυθ’ ἐναργέ[ς]
[ἔχθος ἔχων Συρίας Ἀντίο]χος βασιλεύς
[σὺν στρατῶι –⏑⏑– μέγαν ἐς] πόρον Ἄρηι θυίω[ν]
[ἠδὲ περικλειτῶν ἄστυ μόλ]ε̣ν Μερόπων
[καὶ μετέπειτ’ ἐπέπλευσε Κύ]π̣ρον περικαλλέα νᾶσ[ον].
10 [σὰ δέ, θέαιν’, ἀρετὰ δεινὸ]ν̣ ἔλυσε χόλον
[Ἀντιόχου, πρὸς ἔριν Ῥωμ]αίων τῶν Πτολεμ̣[αίων]
[κλεινὰ μετ’ αἰχμητῶν δούρατα] θηξαμένων.
[εἰ δ’ ἐσμέν σοι νῦν εὐγνώ]μονες, ἀντιδιδο[ίης]
[ἡμῖν ὕστερον αὖτ’ ἄλλοτέ π]ου χάριτα.
15           [Καλλιστο]δάμω.
[ἐν φόβωι ἦσαν ἅπαντες, ἐπ’ ἀκ]ροτάτου δ’ ἐβεβ[ήκει]
[κίνδυνος, δεινὸν δ’ ὦρσαν] Ἐνυάλιον
[Αἰγύπτου βασιλῆες ἐπώ]νυμοι ἐκ πτολέ[μοιο]
[καὶ κλυτὸς Ἀντίοχος νεῖ]κος ἀηράμενοι.
20 [ἐς δὲ κρίσιν καὶ ἵκαν’ ἁμῶν πόλ]ις· εἷς δ’ ἀ̣πὸ Νείλ[ου]
[ἤγαγεν Ἀντιγένης πληθὺ]ν ἀγειρόμενο[ς].
[μισῶν ἀλλὰ Σάραπις ἀεὶ π]ολύδακρυν Ἄρ[ηα]
[αὐτὸς ἐνωπαδίως παῦσεν] ἔριν στυγεράν.
[Ῥωμαίους μὲν δᾶμος ἐπήι]νεκε, σοὶ δέ, Σάρα[πι],
25 [τάνδε Πύρως ἀνέθηκ’ εἰκόνα ἐπ]ευξάμενος
Search Help
Contact Us