[ ] Crete, Ctr. — Olous — 2nd/1st c. BC — H. van Effenterre, La Crète et le monde grec (1948) 319
1 [ἐπ]δαμιοργ̣ο̣ῦ̣ Β̣οτρύνου καὶ Κυ․․6․․․ κ̣αὶ Εὐβουλίδα καὶ [Τυ]-
χ̣ασ̣ίου καὶ Ἀρέτιος, ἔδοξε Ὀλον̣[τί]ω[ν τ]ᾶι πόλει· ἐπειδὴ [Πο]-
λέμων Συμμάχου Χῖος εὔνου[ν καὶ χρή]σιμον αὑτὸν διατ[ε]-
λεῖ παρεχ[ό]μεν[ος] κοινᾷ τε [τᾶ]ι πόλει καὶ ἰδίᾳ το[ῖς] ἐντυγχ̣[ά]-
5 νουσι τῶ[ν π]ο[λ]ι[τᾶν], λέγων καὶ πράσσων ἀεὶ τὰ συμφέρο[ντα]
τᾶι πόλει, [εἶν]α[ι αὐ]τὸν πρόξενον καὶ εὐεργέταν Ὀλοντίω̣[ν αὐ]-
[τὸ]ν κ̣αὶ [γ]έν̣ος· ε[ἶ]ν[α]ι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλουν̣ [καὶ]
[ἀτέλειαν(?)] ἀσυλε̣[ὶ καὶ] ἀ̣σπονδεὶ καὶ ἐμ πολέμῳ καὶ ἐν ε̣ἰ[ράνᾳ]
[καὶ κατὰ γᾶν καὶ κατὰ] θ̣ά[λ]α̣σσαν· ὑπάρχ̣ειν δὲ αὐτῶι [καὶ τὰ]
10 [ἄλλα τίμια πάν]τ̣α καθάπερ [καὶ τοῖς] ἄ̣λλοις [προξένοις καὶ]
[εὐεργέταις· ἀναγράψα]ι δὲ τό[δε τὸ ψάφισμα ἐς στάλας δύο]
[καὶ στῆσαι τὰν μὲν ἐ]ν̣ Ὀ[λ]όντ̣[ι, τὰν δὲ ἐν Χίωι].
Search Help
Contact Us