[ ]
Crete, Ctr. — Olous — 201/200 BC — H. van Effenterre, La Crète et le monde grec (1948) 226-230 — KretChr 15/16 (1961/2) I, 230-240 (A.K. Orlandos)
See also:
a.1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπειδὴ Ὀλο̣[ύντιοι φίλοι καὶ] |
συγγενεῖς ὑπάρχοντες τοῦ δάμου πέμψαν̣[τ]ε̣ς ψ̣αφί̣[σματα] | |
καὶ πρεσβευτὰς παρακαλοῦντι τὸν δᾶμον τὰν πᾶσ̣[αν] π̣ρόνοιαν̣ [ποιή]- | |
σασ[θ]αι ὅπως, γενομένας συνθέσιος ἐγ[γ]ράπ[του, εἰς τὸν πάντα] | |
5 | χρόνον ἀσφαλῶς καὶ ἑτοίμως ὑπάρχῃ ταῖς πόλ[εσιν ․․․․] π̣ᾶσα̣ |
βοάθεια καὶ κοινοπραγία, καὶ ἔν τε τῶι παρόντι [χρό]ν̣ωι [καὶ] ἐν τ̣ῶι ὕ̣σ- | |
τερον πάντα τὰ συμφέροντα γίνηται ἀμφοτέραις ταῖς πόλεσι, | |
καὶ τοὶ παραγενόμενοι παρ’ αὐτῶν πρεσβευταὶ Πραίσιος Ἡροδώρου, | |
Χαριάνθης Λοκρίωνος, Σώτιμος Τυχασίου, ἐπελθόντες ἐπὶ τὰν β̣ο̣υλὰ̣ν̣ | |
10 | καὶ τὰν ἐκκλησίαν διέλεγεν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπον- |
τες, ἀξιοῦντες τὸν δᾶμον ἰδίαι ποιήσασθαι ποτὶ τὰν πόλιν αὐτῶν | |
συμμαχίαν· ὅπως οὖν ὁ δᾶμος φανερὸς ἦι πρόνοιαν πεποιημένος | |
[Ὀ]λ̣ουντίων κ̣αὶ πά̣ν̣τα τὰ συμφέροντα συνκεχωρηκὼς αὐτοῖς καθ’ ἃ [ἠ]ξίωσαν̣, | |
[ἀ]ρ̣χᾶι ἀγαθᾶι εὔξασθαι μὲν τοὺς ἱερεῖς καὶ τοὺς ἱεροθύτας τῶι Διὶ καὶ τῶι Ἁλί- | |
15 | [ωι] καὶ τᾶι Ῥόδωι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσι καὶ πάσαις καθ’ ἱερῶν τῶν νομιζομέ- |
[ν]ων συνενέγκαι τὰ δόξαντα τῶι δάμωι τῶι Ῥοδίων καὶ τᾶι πόλει τᾶι Ὀλουντί- | |
ω̣ν· ἐπιτελειᾶν δὲ τᾶν εὐχᾶν γενομενᾶν θυσίαν καὶ πόθοδον ποιήσασθαι | |
τοῖς θεοῖς κατὰ τὰ νομιζόμενα· κυρωθείσας δὲ τᾶς συμμαχ- | |
[ί]ας καὶ τῶν ὅρκων συντελεσθέντων κατὰ τὰ γεγραμμένα ὑπάρχ̣[ειν] | |
20 | [τὰ]ν συμμαχίαν Ὀλουντίοις ποτὶ τὸν δᾶμον τὸν Ῥοδίων καὶ τὸν αὐτὸν σύ̣[μ]- |
[μαχ]ον καὶ φίλον αἱρε̣ῖσθαι Ὀλουντίους Ῥοδίοις καθ’ ὅτι κα τῶι δάμωι δοκῆι· μὴ ἐ- | |
[ξεῖμε]ιν [δὲ Ὀλου]ντίοις π[ο]τ’ ἄλλον μηδένα συμμαχίαν ποιήσασθαι παρευρέ- | |
[σει] μηδεμ̣ι̣ᾶ̣ι, τὰς δὲ πρότερον αὐτοῖς ὑπαρχούσας συμμαχίας πάσας | |
[κα]ταλελύσθαι· μὴ ἐ[ξ]εῖμειν δὲ Ὀλουντίοις μηδὲ κατάρχειν πολέμου | |
25 | [πο]τ̣ὶ̣ μ̣ε̣θ̣έ̣ν̣α̣ ε̣[ἴ] κ̣α̣ μ̣ὴ̣ συνδοκῆι τῶι δάμωι τῶι Ῥοδίων· συνεργεῖν δὲ Ὀλουν- |
τίους τῶι δάμωι τῶι Ῥοδίων καὶ πόλιν καὶ λιμένας καὶ ὁρματήρια παρέ- | |
χεν κ̣α̣ὶ̣ ε̣ὔ̣ν̣ο̣υ̣ς κ̣α̣ὶ̣ φ̣ί̣λ̣ο̣υ̣ς̣ καὶ σ̣υμμάχους ὑπάρχειν εἰς τὸν ἅπαντα χρό- | |
νον, [κ]α̣ὶ̣ ε̣ἴ̣ τ̣ί̣ς̣ κα ἐπὶ πόλιν ἢ̣ χ̣ώ̣ρ̣α̣ν̣ στρατεύηται τὰν Ῥοδίων ἢ το̣[ὺ]ς νόμο̣υ̣ς | |
ἢ τὰς π̣ο̣θ̣ό̣δ̣ο̣[υ]ς ἢ̣ τ̣ὰ̣[ν] καθεσ̣τ̣α̣κ̣υ̣ῖ̣αν δαμοκρατίαν κ̣α̣τ̣α̣λύηι, βοαθεῖν Ὀ- | |
30 | λουντίους Ῥ̣ο̣δ̣ί̣ο̣ι̣ς̣ παντὶ σθένει κατὰ τὸ δυνατόν, καὶ εἶμειν τὸν π̣ρ̣άσ- |
σοντ[α κακὸ]ν κατὰ [Ῥοδ]ίων πολέμιον Ὀλουντίοις· εἰ δέ κ[α] ὁ δᾶμος μεταπέν- | |
πηται̣ συμμ̣α̣[χί]α̣ν̣ π̣α̣ρ̣ὰ̣ Ὀλουντίων, ἀποστελλόντων Ὀλ[ο]ύντιοι τὰν συμ- | |
μαχίαν ἐ̣ν̣ ἁ̣μ̣έ̣ρ̣α̣ι̣ς̣ τριάκοντα ἀφ’ ἇς ἐπαγγείλων[τι] Ῥόδ̣ι̣οι ἄνδρας | |
μ̣ὴ̣ ἐλάσσους ἑ̣κατ̣ὸ̣ν̣ ἐλευθέρους ὅπλα ἔχοντας, τούτων δὲ ὄντων | |
35 | μ̣ὴ̣ ἐλάσσους τῶν ἡμίσων Ὀλούντιοι· τοῖς δὲ πεμπ̣ομένοις παρὰ Ὀλουντί- |
ων παρεχόντων Ῥόδιοι πορεῖα εἰς τὰν διακομιδὰν τὰν ἐκ Κρήτας εἰς Ῥό- | |
δ̣ον· ἀφ’ οὗ δέ κα ἔλθωντι οἱ σύμμ̣[α]χοι εἰς̣ Ῥ̣ό̣δ̣ον τᾶν μὲν πράταν ἁμερᾶν | |
[τριά]κοντα̣ λα̣μ̣βανόν̣των τὰ ὀψώνια μὲν <παρ’> Ὀλουντίων τοῦ δὲ ὑπολοίπου χρό- | |
ν̣ου παρὰ Ῥοδίων ἕκαστος τὰν ἁμέρα[ν ἑκάσταν] ὀκτὼ ὀβολοὺς Ῥοδίους, | |
40 | τ̣οὶ δὲ ἁγεμόν̣[ες τῶν Ὀ]λ̣ο̣υ̣ν̣τ̣ί̣ω̣ν̣ δρ[αχμὰς δύο] ἕκαστος <ἁγούμενοι> ἀν̣δρῶν̣ μὴ ἐ- |
[λασσόνων εἴκοσι λαμβ]α̣νόντων [ἀνδρῶν] ἕκαστος τᾶς ἁμέρας ἑκάστ[ας — — —] | |
— — — — — — — — — — — — — — — — — — —ο̣λ̣μ̣․σ̣κ̣ε̣λ̣— — — | |
42a | {²lacuna}² |
bc.43 | — — —αι— — — — — — — — — — — — — — — — — — — — — — |
αν συμφερο— — — — — — — — — — — — — — — — — — — — | |
45 | καὶ τοῖς ἄλλοι[ς συμμάχοις — — — ἀναγινώσκειν(?) δὲ τοὺς] |
κόσμους τοῖς ἐπ̣[ιγινομένοις ἀζώστοις(?) κατ’ ἔτος τὰ δό]- | |
ξαντα περὶ τῆς σ̣[υμμαχίας τῆς γεγενημένης Ὀλουντί]- | |
οις καὶ Ῥοδίοις καὶ τ̣[ὸν ὅρκον τὸν περὶ τῆς συμμαχί]- | |
ας· ὅπως δὲ καὶ ὀμό[σωσι, τὴν ἀγέλην ἐξορκωσάντων οἱ κόσ]- | |
50 | μοι· ὁ δὲ ὅρκος ἔστω [Ὀλουντίοις· ὀμνύω τὴν Ἑστίαν καὶ] |
[τὸν] Ζῆ[ν]α̣ τὸν Ἰδάτη[ν] κα[ὶ τὸν Ζῆνα τὸν Ταλλαῖον(?) καὶ τὴν Ἥ]- | |
[ραν(?)] κα[ὶ τὸ]ν Ποσειδῶ<να> κα̣[ὶ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην(?)] | |
[καὶ] τ[ὸν Ἑρ]μῆν τὸν Ἡγεμ[όνα καὶ τὸν Ἥλιον(?) καὶ τὴν Βρι]- | |
[τόμαρτιν(?)] καὶ θεοὺς πάντ[ας καὶ πάσας· ἦ μὴν ἐγὼ Ῥοδίοις] | |
55 | [συμμαχήσ]ω ἀδόλως καὶ [ἀπροφασίστως εἰς τὸν ἅπαντα] |
[χρόνον, καὶ] ἐάν τις ἐπὶ π̣[όλιν ἢ χώραν στρατεύηται Ῥοδί]- | |
[ων ἢ τοὺς νόμ]ους ἢ τὰς πρ̣[οσόδους ἢ τὴν καθεστηκυῖαν] | |
[δημοκρατίαν κ]αταλύη[ι, βοηθήσω Ῥοδίοις παντὶ σθένει]· | |
[ἐὰν δὲ ὁ δῆμος ὁ] Ῥοδίων — — — — — — — — — — — — — — | |
60 | — — — — — — — — — — — ἐκ τῆς — — — — — — — — — — — — — |
— — — — — — — — — — — —ντα— — — — — — — — — — — — — — | |
— — — — — — — — — — — —κε̣— — — — — — — — — — — — — — — |