[ ] Crete, Ctr. — Olous — 201/200 BC — H. van Effenterre, La Crète et le monde grec (1948) 226-230 — KretChr 15/16 (1961/2) I, 230-240 (A.K. Orlandos)
See also:
a.1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπειδὴ Ὀλο̣[ύντιοι φίλοι καὶ]
συγγενεῖς ὑπάρχοντες τοῦ δάμου πέμψαν̣[τ]ε̣ς ψ̣αφί̣[σματα]
καὶ πρεσβευτὰς παρακαλοῦντι τὸν δᾶμον τὰν πᾶσ̣[αν] π̣ρόνοιαν̣ [ποιή]-
σασ[θ]αι ὅπως, γενομένας συνθέσιος ἐγ[γ]ράπ[του, εἰς τὸν πάντα]
5 χρόνον ἀσφαλῶς καὶ ἑτοίμως ὑπάρχῃ ταῖς πόλ[εσιν ․․․․] π̣ᾶσα̣
βοάθεια καὶ κοινοπραγία, καὶ ἔν τε τῶι παρόντι [χρό]ν̣ωι [καὶ] ἐν τ̣ῶι ὕ̣σ-
τερον πάντα τὰ συμφέροντα γίνηται ἀμφοτέραις ταῖς πόλεσι,
καὶ τοὶ παραγενόμενοι παρ’ αὐτῶν πρεσβευταὶ Πραίσιος Ἡροδώρου,
Χαριάνθης Λοκρίωνος, Σώτιμος Τυχασίου, ἐπελθόντες ἐπὶ τὰν β̣ο̣υλὰ̣ν̣
10 καὶ τὰν ἐκκλησίαν διέλεγεν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπον-
τες, ἀξιοῦντες τὸν δᾶμον ἰδίαι ποιήσασθαι ποτὶ τὰν πόλιν αὐτῶν
συμμαχίαν· ὅπως οὖν ὁ δᾶμος φανερὸς ἦι πρόνοιαν πεποιημένος
[Ὀ]λ̣ουντίων κ̣αὶ πά̣ν̣τα τὰ συμφέροντα συνκεχωρηκὼς αὐτοῖς καθ’ ἃ [ἠ]ξίωσαν̣,
[ἀ]ρ̣χᾶι ἀγαθᾶι εὔξασθαι μὲν τοὺς ἱερεῖς καὶ τοὺς ἱεροθύτας τῶι Διὶ καὶ τῶι Ἁλί-
15 [ωι] καὶ τᾶι Ῥόδωι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσι καὶ πάσαις καθ’ ἱερῶν τῶν νομιζομέ-
[ν]ων συνενέγκαι τὰ δόξαντα τῶι δάμωι τῶι Ῥοδίων καὶ τᾶι πόλει τᾶι Ὀλουντί-
ω̣ν· ἐπιτελειᾶν δὲ τᾶν εὐχᾶν γενομενᾶν θυσίαν καὶ πόθοδον ποιήσασθαι
τοῖς θεοῖς κατὰ τὰ νομιζόμενα· κυρωθείσας δὲ τᾶς συμμαχ-
[ί]ας καὶ τῶν ὅρκων συντελεσθέντων κατὰ τὰ γεγραμμένα ὑπάρχ̣[ειν]
20 [τὰ]ν συμμαχίαν Ὀλουντίοις ποτὶ τὸν δᾶμον τὸν Ῥοδίων καὶ τὸν αὐτὸν σύ̣[μ]-
[μαχ]ον καὶ φίλον αἱρε̣ῖσθαι Ὀλουντίους Ῥοδίοις καθ’ ὅτι κα τῶι δάμωι δοκῆι· μὴ ἐ-
εῖμε]ιν [δὲ Ὀλου]ντίοις π[ο]τ’ ἄλλον μηδένα συμμαχίαν ποιήσασθαι παρευρέ-
[σει] μηδεμ̣ι̣ᾶ̣ι, τὰς δὲ πρότερον αὐτοῖς ὑπαρχούσας συμμαχίας πάσας
[κα]ταλελύσθαι· μὴ ]εῖμειν δὲ Ὀλουντίοις μηδὲ κατάρχειν πολέμου
25 [πο]τ̣ὶ̣ μ̣ε̣θ̣έ̣ν̣α̣ ε̣[ἴ] κ̣α̣ μ̣ὴ̣ συνδοκῆι τῶι δάμωι τῶι Ῥοδίων· συνεργεῖν δὲ Ὀλουν-
τίους τῶι δάμωι τῶι Ῥοδίων καὶ πόλιν καὶ λιμένας καὶ ὁρματήρια παρέ-
χεν κ̣α̣ὶ̣ ε̣ὔ̣ν̣ο̣υ̣ς κ̣α̣ὶ̣ φ̣ί̣λ̣ο̣υ̣ς̣ καὶ σ̣υμμάχους ὑπάρχειν εἰς τὸν ἅπαντα χρό-
νον, [κ]α̣ὶ̣ ε̣ἴ̣ τ̣ί̣ς̣ κα ἐπὶ πόλιν ἢ̣ χ̣ώ̣ρ̣α̣ν̣ στρατεύηται τὰν Ῥοδίων ἢ το̣[ὺ]ς νόμο̣υ̣ς
ἢ τὰς π̣ο̣θ̣ό̣δ̣ο̣[υ]ς ἢ̣ τ̣ὰ̣[ν] καθεσ̣τ̣α̣κ̣υ̣ῖ̣αν δαμοκρατίαν κ̣α̣τ̣α̣λύηι, βοαθεῖν Ὀ-
30 λουντίους Ῥ̣ο̣δ̣ί̣ο̣ι̣ς̣ παντὶ σθένει κατὰ τὸ δυνατόν, καὶ εἶμειν τὸν π̣ρ̣άσ-
σοντ[α κακὸ]ν κατὰ [Ῥοδ]ίων πολέμιον Ὀλουντίοις· εἰ δέ κ[α] ὁ δᾶμος μεταπέν-
πηται̣ συμμ̣α̣[χί]α̣ν̣ π̣α̣ρ̣ὰ̣ Ὀλουντίων, ἀποστελλόντων Ὀλ[ο]ύντιοι τὰν συμ-
μαχίαν ἐ̣ν̣ ἁ̣μ̣έ̣ρ̣α̣ι̣ς̣ τριάκοντα ἀφ’ ἇς ἐπαγγείλων[τι] Ῥόδ̣ι̣οι ἄνδρας
μ̣ὴ̣ ἐλάσσους ἑ̣κατ̣ὸ̣ν̣ ἐλευθέρους ὅπλα ἔχοντας, τούτων δὲ ὄντων
35 μ̣ὴ̣ ἐλάσσους τῶν ἡμίσων Ὀλούντιοι· τοῖς δὲ πεμπ̣ομένοις παρὰ Ὀλουντί-
ων παρεχόντων Ῥόδιοι πορεῖα εἰς τὰν διακομιδὰν τὰν ἐκ Κρήτας εἰς Ῥό-
δ̣ον· ἀφ’ οὗ δέ κα ἔλθωντι οἱ σύμμ̣[α]χοι εἰς̣ Ῥ̣ό̣δ̣ον τᾶν μὲν πράταν ἁμερᾶν
[τριά]κοντα̣ λα̣μ̣βανόν̣των τὰ ὀψώνια μὲν <παρ’> Ὀλουντίων τοῦ δὲ ὑπολοίπου χρό-
ν̣ου παρὰ Ῥοδίων ἕκαστος τὰν ἁμέρα[ν ἑκάσταν] ὀκτὼ ὀβολοὺς Ῥοδίους,
40 τ̣οὶ δὲ ἁγεμόν̣[ες τῶν Ὀ]λ̣ο̣υ̣ν̣τ̣ί̣ω̣ν̣ δρ[αχμὰς δύο] ἕκαστος <ἁγούμενοι> ἀν̣δρῶν̣ μὴ ἐ-
[λασσόνων εἴκοσι λαμβ]α̣νόντων [ἀνδρῶν] ἕκαστος τᾶς ἁμέρας ἑκάστ[ας — — —]
— — — — — — — — — — — — — — — — — — —ο̣λ̣μ̣․σ̣κ̣ε̣λ̣— — —
42a                         {²lacuna}²
bc.43 — — —αι— — — — — — — — — — — — — — — — — — — — — —
αν συμφερο— — — — — — — — — — — — — — — — — — — —
45 καὶ τοῖς ἄλλοι[ς συμμάχοις — — — ἀναγινώσκειν(?) δὲ τοὺς]
κόσμους τοῖς ἐπ̣[ιγινομένοις ἀζώστοις(?) κατ’ ἔτος τὰ δό]-
ξαντα περὶ τῆς σ̣[υμμαχίας τῆς γεγενημένης Ὀλουντί]-
οις καὶ Ῥοδίοις καὶ τ̣[ὸν ὅρκον τὸν περὶ τῆς συμμαχί]-
ας· ὅπως δὲ καὶ ὀμό[σωσι, τὴν ἀγέλην ἐξορκωσάντων οἱ κόσ]-
50 μοι· ὁ δὲ ὅρκος ἔστω [Ὀλουντίοις· ὀμνύω τὴν Ἑστίαν καὶ]
[τὸν] Ζῆ[ν]α̣ τὸν Ἰδάτη[ν] κα[ὶ τὸν Ζῆνα τὸν Ταλλαῖον(?) καὶ τὴν Ἥ]-
[ραν(?)] κα[ὶ τὸ]ν Ποσειδῶ<να> κα̣[ὶ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην(?)]
[καὶ] τ[ὸν Ἑρ]μῆν τὸν Ἡγεμ[όνα καὶ τὸν Ἥλιον(?) καὶ τὴν Βρι]-
[τόμαρτιν(?)] καὶ θεοὺς πάντ[ας καὶ πάσας· ἦ μὴν ἐγὼ Ῥοδίοις]
55 [συμμαχήσ]ω ἀδόλως καὶ [ἀπροφασίστως εἰς τὸν ἅπαντα]
[χρόνον, καὶ] ἐάν τις ἐπὶ π̣[όλιν ἢ χώραν στρατεύηται Ῥοδί]-
[ων ἢ τοὺς νόμ]ους ἢ τὰς πρ̣[οσόδους ἢ τὴν καθεστηκυῖαν]
[δημοκρατίαν κ]αταλύη[ι, βοηθήσω Ῥοδίοις παντὶ σθένει]·
[ἐὰν δὲ ὁ δῆμος ὁ] Ῥοδίων — — — — — — — — — — — — — —
60 — — — — — — — — — — — ἐκ τῆς — — — — — — — — — — — — —
— — — — — — — — — — — —ντα— — — — — — — — — — — — — —
— — — — — — — — — — — —κε̣— — — — — — — — — — — — — — —
Search Help
Contact Us