[ ] Crete, W. — Polyrrhenia — 2nd/1st c. BC — KretChr 10 (1956) 237-240
See also:
a.1 Τυρὼς Σωσαμενῶ. Σωσαμενὸς Θοίνω.
b.1 κείρατο μὲν πλοκάμους Ἀρετὰ τότε, πᾶσα δὲ Κρήτα
  δύρατ’ ὀϊζυρῷ πένθεϊ τειρομένα,
ἁνίκα τὰν πανάριστον ὁ βάσκανος ἅρπασεν Ἅδας
  Τυρὼ Σωσαμενῶ κλεινοτάτω θύγατρα.
5 οἰκτρὰ δὲ κωκύοισα φίλον τέκας ἁ βαρύποτμος
  Πεῖσις δυστάνοις χερσὶ κατεκτέρισεν·
οὐ γὰρ ἔτ’ ἐν ζωοῖσιν ὀΐομαι, οὐκέτι τοίαν
  κάλλει καὶ πινυτᾷ δέρξεται ἀέλιος.
Search Help
Contact Us