[ ]
Crete, Ctr. — Lato & Olous: Sta Lenika — end 2nd c. BC — REA 44.1942.34 — BE 1942.140
a.1 | θεοί· ἀγαθᾶι τύχαι. |
[π]ρειγευσάντ[ων Κνωσίων τὰς πόλιος] ἐπ̣ὶ τὰς πόλ̣ε̣[ι]ς τ[ά]ν τε τ[ῶ]ν Λατίων κ̣α̣ὶ τῶν | |
Ὀ̣λοντίων καὶ [π]α̣[ρκαλεσάντων δόμεν αὐ]τοῖς ἐξα̣[ρχίδιον] τὰν ἐπιτροπὰν περὶ ὧν καὶ | |
π̣[ρ]ὸ [τῶ]· ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσαμένοις ἐπὶ κόσμων Κνωσοῖ μ[ὲν] | |
5 | [τ]ῶν σὺν Νενναίῳ τῶ Μοψε̣ί[ω, μη]νὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Διοκλε[ῖ] |
[τ]ῶ Ἡρώιδα, μηνὸς Θιοδαισ[ί]ω δ̣ε̣υτ̣έραι, ἐν δὲ Ὀλόντι τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσο̣- | |
νος, μηνὸς Ἐλευσυνί[ω δ]ευτέραι, δόμεν τὰν ἐπιτρ[ο]πὰν Λατίος καὶ Ὀλον[τ]ίος τᾶι τῶ[ν] | |
Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς πόλι π[ο]ρ[τ]ὶ πόλιν πάντα περὶ πάντων̣, | |
[κα]ὶ θέμεν στάλαν ἐν ἁμέραις τριάκον[τα Κν]ωσοῖ μ̣ὲ̣ν ἐν τῶι ἱαρῶι [τῶ] Ἀπόλλωνος τῶ Δελφι- | |
10 | [δίω] κ̣α̣ὶ ἐν τῶι ἱαρῶι τῶι Δέραι, Λ[ατ]ο[ῖ δ]ὲ ἐ[ν τ]ῶι τ[ᾶ]ς Ἐλευ[θυ]ίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱ[αρῶι] τῶ |
Ζηνὸς τῶ Ταλλαίω, ἄλλαν δὲ κοινᾶι̣ ἐν Δάλ[ωι], ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος· ὑπὲρ δὲ | |
[τούτω] τῶ τιθεμέ[νω ἐ]νγρό[φ]ω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε Κνώσιοι καὶ οἱ Λάτι- | |
[ο]ι καὶ ο̣ἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελητὰν [πρ]ειγε̣ίαν καὶ γράμματα ἐν ἁμέραις τριά- | |
κ̣οντα ὥστε σταθῆι στάλα ἐς ἃν ἀγγραφῆι τὰ δεδογμένα καὶ ταῦτα ἔστω κύρια. Κρινό[ν]- | |
15 | [των] δ̣ὲ οἱ Κνώσιοι ἐν ἑξαμήνω̣ι, ἄρχοντος μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίωι, ὡς δὲ Λ[ά]- |
[τιοι] ἄγοντι μηνὸς Σ̣αρτιωβ̣ιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μ̣ηνὸς Δελφινίω· καὶ κύ̣- | |
[ρι]οι ἔντων οἱ Κνώσιοι ἀνγράφοντεν τὸ γενό[μενο]ν κ[ρίμα] ἐν μ̣ὲ[ν] ταῖς ἐν Κρή[ται] | |
[σ]τά̣λ̣αις ἐν ἁμέραις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξαποστηλ̣άντων ἐν ταῖς | |
[αὐ]τα̣ῖς ἁμέρ̣αις· εἰ δέ κα παργένηται ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος ὑπὸ τῶν Κν[ω]- | |
20 | [σ]ίων ἐς Δᾶλον, κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα· τὰ δὲ κρι- |
[θέντ]α καὶ ἀγ̣γ̣ραφέντα ὑ̣πὸ τῶν Κνωσίων β[έβ]αια καὶ κύρια ἦμεν ἐς τὸν πάντα | |
[χρόν]ο[ν καὶ] μ̣[ηκέτι ὑ]πολείπεσθαι [αὐτ]οῖς περὶ μηθενὸς ἔγκλημα μηθὲν παρευρέ- | |
[σ]ε̣ι μηδεμιᾶι· δ̣ό̣ντων δὲ Λάτιοι [κα]ὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἐκάτεροι̣ χέρ̣α | |
τᾶι τῶν Κνωσίων πόλι [καὶ αὐτ]οσα[υ]τοῖς· ἐγγύος δὲ καταστασάντων ἐν ἁμέραις εἴ[κοσι] | |
25 | Κνωσίος διὰ τῶ Κνωσοῖ χρεοφυλακίω ὑπὲρ τούτω τῶ ἐγγρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόν- |
τιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω ἀλεξανδρείων ταλάντων δέκα ἐφ’ ὧι ἐ̣[μ]- | |
μενίοντι ἐν τούτωι τῶι ἐγγρόφωι καὶ ἐν τοῖς κριθένσι ὑ̣πὸ τᾶς π̣ό̣[λ]εος· ὁ[πότε] | |
[ροι] δὲ μ[ὴ ἐμ]μένοιεν τὰμ̣ π̣ράξιν ἦμεν ἐκ [τῶν] ἐγ̣γύων καὶ οἱ τῶν Κνωσίων [κόσ]- | |
μοι πράξαντες ἀποδόντων το̣ῖς ἐμμένονσι καὶ πάντω[ς] ἔστω τὰ κριθέν[τα κύ]- | |
30 | [ρία· ἔντων δὲ] ο̣ἱ̣ ἔγγυοι μέστα κ̣α ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀνγραφῆι καθ[ὼς] |
[προγέγραπται· εἰ δέ τί κα] δ̣ό̣ξηι ὕστερο̣ν ταῖς πόλεσι Κνωσίοις καὶ Λατίο[ις] | |
[καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ] ἀφελὲν, ταῦτα ἔσ̣τ̣ω κύρια. {²vac.}² | |
b.33 | [ἔδοξε Λατίοις] καὶ Ὀλοντ[ίοις κοινᾶι β]ω[λ]ευσαμένοις, συνευδοκησάν- |
τ[ων κ]α̣ὶ̣ Κνωσίων, ἀμβ̣αλὲν ὑπε[ρ]θε̣[μένοις κατὰ τὰν ἐπιτροπὰν τὸν προ- | |
35 | γεγραμμένον χρόνον ἐν τᾶι στάλαι τ[ὸν ἐπὶ Νεν]ν̣α̣ίω Κνωσοῖ κόσμω κα[ὶ] |
Διοκλεῖος Λατίω καὶ Μενοντίδα Ὀλοντίω· ἐ̣γ[γράψ]α[ι δ]ὲ ὥστε κυρίο[ς] | |
ἦμεν κρίνοντας Κνωσίος ἐμ μησὶν δέκα δύο ἄρχον̣[τος μ]η̣[νὸ]ς Νεκ[υ]- | |
σίω, ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν [σὺν Κυ]δ̣άννω[ι] | |
τῶ Ενίπαντος, μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ [τῶν σὺ]ν Ἀ[ν]- | |
40 | τικλεῖ τῶ Εὐβώλω, μηνὸς Ἀπελλαίω· δόντων δὲ Λάτιοι κ[αὶ Ὀλόν]τι[οι] |
τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνωσίων πόλι. {²vac.}² | |
c.42 | κρίμα Κνωσίων. |
ἔκρινε ἁ τῶν Κνωσίων πόλις περὶ ὧν ἐπέδωκε δικάσαι̣ ἁ̣ [τῶν Λα]τ[ίων] | |
πόλις τᾶι τῶν Ὀλο̣ν[τ]ίων πόλι χώρας τ̣ε̣ καὶ τῶ ἱαρῶ τῶ Δέραι καὶ τ[ῶν] | |
45 | θιγγανόντων τῶι ἱαρῶι τ̣ε̣μενίων πάντων καὶ τᾶς νάσω Πύρρας καὶ |
τῶ ποτίοντος σκοπέλω καὶ τᾶς νάος τετρήρεος καὶ τῶ[ν] ἐς̣ τᾶς | |
[ν]άος ἀργυρωμάτων καὶ ἀ[ργ]υ̣ρ̣[ίω] ν̣ο̣μ̣․σμ̣α̣τος καὶ χαλκωμά[των] καὶ ἄλ- | |
λων σκευῶν παντοδάπων κα̣ὶ̣ σωμάτων τῶν πραθέντων ἐλευθέ- | |
ρων δ̣ύ̣ων καὶ οἰκέτα ἑνός· ἦμεν Λατίων καὶ τὰν νᾶσον Πύρραν καὶ | |
50 | τὸν πορτίοντα σκόπελον καὶ τὰν χώραν τ[ὰ]ν [Κρ]ῆ̣σαν καὶ τὸ ἱαρὸν τὸ Δέ- |
ραι καὶ τὰ θιγγάνοντα τῶι ἱαρῶι τεμένια π̣άν[τα], ὅ̣π̣ω̣ς αὐτοῖς οἱ ὅροι | |
ἔσονται οἱ ἀρχαῖοι· ἀπὸ θαλάσσας ἐς Πλυ[μ]ῶν’ ἀρράχιν ἐπὶ τὸ ἀρ̣- | |
χα̣ῖον Ἀφροδίσ̣ιον καὶ τούτω ὡς τῶ Δεραίω θ̣ίνω τῶ τεμένιος οἱ ὅροι | |
[οἱ ἐς τὸ]ν βορέαν ἔχ̣[οντ]ες κἦς τὰν Αἰρέπω κἦ̣ς τὰν Προμενήτισσαν κ̣ἠ̣π̣ὶ̣ | |
55 | [τᾶς Καλ]ολά[κκας τὰν περίβασ]ιν κἦς Ἀρχελάρχαν ἐς τὰν Δηράδα πὰρ τῶ̣ν̣ |
[πρίνω]ν̣ [κἦς Ἀκά]μ̣[αντα· περὶ δὲ] τᾶς νάος καὶ τῶν ἐς τᾶς νάος ἀργυρωμάτων [καὶ] | |
[ἀ]ρ̣γ̣υ̣ρίω νομίσ[ματος καὶ χαλκω]μ̣ά̣τ̣ω̣ν̣ καὶ ἄ̣λ̣λων σκευῶν πάντων καὶ σω̣- | |
[μ]άτων τῶν πρα̣θ[έ]ν̣[των ἐλευθέρων δύων καὶ οἰκέτα] ἑνός, ἔκριναν ἅ̣π[αν]τ̣α | |
[ἦμ]εν Ὀλοντίων α̣[— — —c.30— — —]σι̣αι δικαι περὶ | |
60 | [— — —]ο․τ․ ἀργυρι[— — —c.25— — —]σαι μνὰς ἀργ̣υ̣ρείας τρι- |
άκοντα πέντε ἐπὶ ․․․σιφάνιος τῶ Κο․[․․․․] μηνὸς Βακινθίω. {²vac.}² | |
d.62 | ἀγαθᾶι τύχαι. |
ἀπόκριμα τῶν ἐγ Ῥώμης πρειγεύταν, Κοίντω Φαβίω Μαξίμω, Κοίντω | |
υἵω, Γαίω Φαννίω, Γαίω υἵω, Ποπλίω Ροτιλίω, Ποπλίω υἵω, Κοίντω Πλω- | |
65 | [τ]ίω, Α̣ὔλω υἵω, Μαάρκω Δομετίω, Ποπλίω υἵω· κρίματος |
Λ̣ατίοις καὶ Ὀλοντίοις καὶ τῷ ἱαρεῖ· ἡμεῖς ὃ Κνώσιοι ἔκριναν | |
Λ̣α̣τίοις καὶ Ὀλοντίοις διὰ ταύτην τὴν αἰτίαν εἰς ἀκέραιον ἀποκατεστήσ[α]- | |
[μ]εν ὅτι ὁμόλογον ἦν ἑκατέροις τοῦτο τὸ κρίμα κατὰ τὸμ πόλεμον γεγε̣νη- | |
μένον, ὧι καιρῶι Λάτιοι Κνωσίων, Ὀλόντιοι Γορτυνίων σύμμαχοι ἦσαν· ἵνα τοῦ- | |
70 | το τὸ πρᾶγμα ἐξ ἀκεραίων διακούσωμεν, ὃ κρίμα Κνώσιοι |
[Λ]α[τ]ίοις καὶ Ὀλοντίοις ἔκριναν περὶ τῆς χώρας· ἃ ὅρια ἔκριναν, ταῦτα τὰ | |
ὅρια εὐδ̣ο̣κεῖ ἐστηκότα εἶναι· ὁποτέροις δὲ ἐν ὁρίοις ἱερὸν Ἄρεος ἐν | |
[τ]ῆ̣ι Δ̣[ερ]αίαι ἐστὶν καὶ ἡ χώρα τούτου τοῦ ἱεροῦ, ἐκείνου τοῦ δήμου | |
ἐπιμελείαν δοκεῖ εἶναι. {²vac.}² |