[ ]
Crete, Ctr. — Herakleion--Candia — 1068-1071 AD? — Orient.Chr.Period.13.1947.236,4
1 | τὴν σὴν κάραν, πρωτάθλε, μαρτύρων κλέος, |
οὗ χάριν αἰτῶ τῆς ψυχῆς σωτηρίαν, | |
ἣν μαρτυρικοὶ πρὶν κατέστεψαν λίθοι, | |
ὁ βασιλικὸς σὸς Βασίλειος μάκαρ | |
5 | στέφω κᾀγὼ νῦν ἐξ ὕλης χρυσαργύρης, |
γαμβρὸς κρατοῦντος καὶ βαΐουλος μέγας | |
δώρῳ πενιχρῷ, δεικνὺς ὄλβιον πόθον | |
καὶ παρακινούμενος ἐκ τῆς ἀξίας. |