KretChr 21 (1969) 281,2
[ ] Crete, Ctr. — Malla (Malles) — reign of Attalos I — Kret.Chr. 21.1969.281,2
A.1 [— — —ca.26— — —]ΩΣΑΤ․Α․
[— — —ca.23— — —]Σ εἶναι ΑΓΩ
[— — —ca.20— — —]ΙΕΑΕΣΕΙΝΤΑΚ
[— — —ca.17— — — τὸ]ν ὑπογεγρανμένον
5 [ὅρκον — — — ἐ]ὰν δέ τι τῶν γεγρανμέν-
[ων κοινῆι ἐν] τῆι ὁμολογίαι Μαλλαῖοι μὴ Ν․-
[․․․․ΝΙΙ], ἔνοχοι ἔστωσαν τῶι παρησπ-
[ο]νδηκέναι καὶ λελύκεν τασυνθήκας. {κα}
κατὰ ταὐτά δὲ καὶ ἐὰν Μαλλαῖοι χρείαν ἔ[χ]-
10 οντες συνμαχίας πένπωσι πρὸς βασιλ-
έα Ἄτταλον, ἀποστελλέτω βασιλεὺς Ἄτ[τ]-
αλος ἄνδρας τριακοσίους καὶ ἡγεμόνα[ς]
[ἐ]π’ αὐ[τῶ]ν, ἐὰν δὲ μὴ ἐκποιῆι τὸ πλῆθος τοῦτ-
[ο] διά τινας καιρούς, ὅσους ἂν ἐνδέχηται, ἐ-
15 [ὰ]ν μὴ ἐπ’ Ἱεραπυτνίους ἢ Πριανσίους ἢ Ἀρκά-
δας παρκαλῶσιν· οὗτοι δὲ ὑπεξαιρήσθων ὑ-
πὸ βασιλέος Ἀττάλου. τοῖς δὲ πενπομένοις
πορεῖα μὲν παρεχέτω βασιλεὺς Ἄτταλος κ-
αὶ τὰ ὀψώνια καὶ τὰ δέοντα ἐν τῶ<ι> πλοῶι. {οτα}
20 ὅταν δὲ παραγένωνται πρὸς Μαλλαίους, τ[ρ]-
ε[φ]έτωσαν τὴν συνμαχίαν αὐτοί, παρέχ[ο]-
ντες τῆς ἡμερᾶς ἑκάστωι ἀνδρὶ δραχμὰν
αἰγιναῖαν, τῶν δ’ ἡγεμόνων ἑκάστωι δραχμ-
ὰς δύο καὶ κατὰ σῶμα χοίνικα ἀττ[ικ]ήν, ἐαν μ-
25 ὴ ἐν πολεμίαι ὦσιν, οὗ ἔσται σῖτον λανβά-
νειν. παραμενέτωσαν δὲ οἱ ἀποσταλέν-
τες ἕως ἂν Μαλλαῖοι χρείαν ἔχωσι. ὅταν δὲ
ἀπολύωσιν τουσυνμάχος πρὸς βασιλέα Ἄ-
[τ]ταλον τὰ πορεῖα δότωσαν αὐτοὶ ΣΥΝΑ-
B.1 [— — — ὁ]-
[μο]λόγημ[εν — — — εἰ μὴ παραβ]-
[α]ίνοντας ὁμολογί[αν, ἤτω ἐξώλης τε καὶ]
πανώλης καὶ αὐ[τὸ]ς [καὶ γυνὴ καὶ τέκν]-
5 α καὶ πατρὶς καὶ οἱ βασι[λέως φίλοι. ἐὰ]-
ν δὲ καὶ ἐνμένοντι ἐν τ[ο]ῖς [ὁμολογημένοι]-
[ς], εἶναι καὶ βίον εὐδαίμονα [αὐτῶι καὶ]
γυναικὶ καὶ τέκνοις καὶ πατρίδι καὶ τοῖς [φ]-
ίλο<ι>ς. ὅ[ρκ]ος βασιλέως Ἀττάλου· ὀμνύω Δί[α],
10 Γῆν, Ἥλιον, Ποσειδῶ, Δήμητρα, Ἄρη, Ἀθην-
ᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τοὺ<ς> ἄ-
λλους θεοὺς πάντας καὶ πάσας· ἐνμέν-
ειν ἐν τῆι φιλίαι καὶ τῆι συνμαχίαι καὶ τ-
[οῖ]ς <ὁ>μολογημένοις πρὸς Μαλλαίους ε-
15 ἰς τὸν πάντα χρόνον καὶ πρὸς αὐτοὺς καὶ τ-
οὺς ἐγγόνους καὶ οὐθὲν παραβήσεσθαι
τῶν ὁμολογημένων. εὐορκοῦντι μὲν
μοι εὖ ἔξη[ν, ἐ]φιουρκοῦντι δὲ τἀναντία.
             {²vacat}²
Search Help
Contact Us