[ ]
Crete, Ctr. — Malla (Malles) — reign of Attalos I — Kret.Chr. 21.1969.281,2
| A.1 | [— — —ca.26— — —]ΩΣΑΤ․Α․ |
| [— — —ca.23— — —]Σ εἶναι ΑΓΩ | |
| [— — —ca.20— — —]ΙΕΑΕΣΕΙΝΤΑΚ | |
| [— — —ca.17— — — τὸ]ν ὑπογεγρανμένον | |
| 5 | [ὅρκον — — — ἐ]ὰν δέ τι τῶν γεγρανμέν- |
| [ων κοινῆι ἐν] τῆι ὁμολογίαι Μαλλαῖοι μὴ Ν․- | |
| [․․․․ΝΙΙ], ἔνοχοι ἔστωσαν τῶι παρησπ- | |
| [ο]νδηκέναι καὶ λελύκεν τασυνθήκας. {κα} | |
| κατὰ ταὐτά δὲ καὶ ἐὰν Μαλλαῖοι χρείαν ἔ[χ]- | |
| 10 | οντες συνμαχίας πένπωσι πρὸς βασιλ- |
| έα Ἄτταλον, ἀποστελλέτω βασιλεὺς Ἄτ[τ]- | |
| αλος ἄνδρας τριακοσίους καὶ ἡγεμόνα[ς] | |
| [ἐ]π’ αὐ[τῶ]ν, ἐὰν δὲ μὴ ἐκποιῆι τὸ πλῆθος τοῦτ- | |
| [ο] διά τινας καιρούς, ὅσους ἂν ἐνδέχηται, ἐ- | |
| 15 | [ὰ]ν μὴ ἐπ’ Ἱεραπυτνίους ἢ Πριανσίους ἢ Ἀρκά- |
| δας παρκαλῶσιν· οὗτοι δὲ ὑπεξαιρήσθων ὑ- | |
| πὸ βασιλέος Ἀττάλου. τοῖς δὲ πενπομένοις | |
| πορεῖα μὲν παρεχέτω βασιλεὺς Ἄτταλος κ- | |
| αὶ τὰ ὀψώνια καὶ τὰ δέοντα ἐν τῶ<ι> πλοῶι. {οτα} | |
| 20 | ὅταν δὲ παραγένωνται πρὸς Μαλλαίους, τ[ρ]- |
| ε[φ]έτωσαν τὴν συνμαχίαν αὐτοί, παρέχ[ο]- | |
| ντες τῆς ἡμερᾶς ἑκάστωι ἀνδρὶ δραχμὰν | |
| αἰγιναῖαν, τῶν δ’ ἡγεμόνων ἑκάστωι δραχμ- | |
| ὰς δύο καὶ κατὰ σῶμα χοίνικα ἀττ[ικ]ήν, ἐαν μ- | |
| 25 | ὴ ἐν πολεμίαι ὦσιν, οὗ ἔσται σῖτον λανβά- |
| νειν. παραμενέτωσαν δὲ οἱ ἀποσταλέν- | |
| τες ἕως ἂν Μαλλαῖοι χρείαν ἔχωσι. ὅταν δὲ | |
| ἀπολύωσιν τουσυνμάχος πρὸς βασιλέα Ἄ- | |
| [τ]ταλον τὰ πορεῖα δότωσαν αὐτοὶ ΣΥΝΑ- | |
| B.1 | [— — — ὁ]- |
| [μο]λόγημ[εν — — — εἰ μὴ παραβ]- | |
| [α]ίνοντας ὁμολογί[αν, ἤτω ἐξώλης τε καὶ] | |
| πανώλης καὶ αὐ[τὸ]ς [καὶ γυνὴ καὶ τέκν]- | |
| 5 | α καὶ πατρὶς καὶ οἱ βασι[λέως φίλοι. ἐὰ]- |
| ν δὲ καὶ ἐνμένοντι ἐν τ[ο]ῖς [ὁμολογημένοι]- | |
| [ς], εἶναι καὶ βίον εὐδαίμονα [αὐτῶι καὶ] | |
| γυναικὶ καὶ τέκνοις καὶ πατρίδι καὶ τοῖς [φ]- | |
| ίλο<ι>ς. ὅ[ρκ]ος βασιλέως Ἀττάλου· ὀμνύω Δί[α], | |
| 10 | Γῆν, Ἥλιον, Ποσειδῶ, Δήμητρα, Ἄρη, Ἀθην- |
| ᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τοὺ<ς> ἄ- | |
| λλους θεοὺς πάντας καὶ πάσας· ἐνμέν- | |
| ειν ἐν τῆι φιλίαι καὶ τῆι συνμαχίαι καὶ τ- | |
| [οῖ]ς <ὁ>μολογημένοις πρὸς Μαλλαίους ε- | |
| 15 | ἰς τὸν πάντα χρόνον καὶ πρὸς αὐτοὺς καὶ τ- |
| οὺς ἐγγόνους καὶ οὐθὲν παραβήσεσθαι | |
| τῶν ὁμολογημένων. εὐορκοῦντι μὲν | |
| μοι εὖ ἔξη[ν, ἐ]φιουρκοῦντι δὲ τἀναντία. | |
| {²vacat}² |