[ ] Crete, E. — Hierapytna; later, Venice — 2nd c. BC — IC III iii 5
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — — — — — — — — —]ΩΝ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — τ]ὰν δ’ ἰσοπο-
[λιτείαν — — — — — — — — — — — — — — — — — —]ΟΝ. ἀγγραψάντων
[δὲ τὰν ἰσοπολιτείαν ἑκάτεροι ἐς] στάλας λιθίνας τρεῖς κα[ὶ]
5 [ἀνθέντων τὰν μὲν ἐ]ν Ἱεραπύτναι ἐν τῶι ἱερῶι τᾶς Ἀθανα[ί]-
ς τᾶς Πολιάδος, τὰν] δὲ ἄλλαν οἱ κατοικόντες Ἱεραπύτνιοι
[παρ’ Ἀρκάσιν(?)] ἐν τῶι ἱερῶι τῶ Ἀσκαπιῶ, τὰν δὲ τρίταν κοινᾶι
[Ὠλεροῖ] ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας. αἰ δέ τί κα δόξηι βωλευομέ-
[νο]ις ἐπὶ τῶι κοινᾶι συμφέροντι ἐπιδιορθῶσαι ἢ ἐξελε͂ ἢ ἐν-
10 βαλε͂ν, <ὅ τι μὲν ἐξέλοιμεν> μὴ ἔνορκον ἔστω· ὅ τι δὲ ἐγ<γ>ράψαιμεν ἔνορκόν τε ἔστω καὶ
ἔνθινον. {²vac.}² ὅρκος. {²vac.}² Ὀμνύω τὰν Ἑστίαν καὶ Τῆνα Ὀράτριον καὶ Τῆνα
Δικταῖον καὶ Ἥραν καὶ Ἀθαναίαν Ὠλερίαν καὶ Ἀθαναίαν Πολιάδα
καὶ Ἀθαναίαν Σαμωνίαν καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρτε-
μιν καὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Κωρῆτας καὶ Νύμφας καὶ τὸς Κύρβαν-
15 τας καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ εὐνοησῶ τοῖς ἐπί-
πασι Ἱεραπυτνίοις τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως καὶ
τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας παντὶ
σθένει, υἷ καὶ οἱ ἐπίπαντες Ἱεραπύτνιοι, καὶ τὸ δίκαιον δωσῶ καὶ
ἐμμενῶ ἐν τοῖς συγκειμένοις καὶ οὐ κακοτεχνησῶ οὐθὲν τῶν
20 ἐν τᾶιδε τᾶι ἰσοπολιτείαι γεγραμμένων οὔτε λόγωι οὔτε ἔργωι
οὐδὲ ἄλλωι ἐπιτραψῶ ἑκὼν καὶ γινώσκων παρευρέσει οὐδεμιᾶι
οὐδὲ τρόπωι οὐθενί. αἰ δέ τι ἐπιορκήσαιμι τῶν ὤμοσα ἢ τῶν συνε-
θέμαν, τός τε θεὸς τὸς ὤμοσα ἐμμανίας ἦμεν καὶ ἐξόλλυσθαι
κακίστωι ὀλέθρωι καὶ μήτε γᾶν μήτε δένδρεα καρπὸς φέρεν μή-
25 τε γυναῖκας τίκτεν κατὰ φύσιν, τῶι τε πολέμωι νικε͂σθαι. εὐορ-
κῶσι δὲ ἁμῖν τός τε θεὸς ἱλέος ἦμεν καὶ γίνεσθαι πάντα ἀγαθά.
Search Help
Contact Us